[ ] Kos Isl. — Antimachia — 3rd c. BC — Ross, Inscr. Graecae Ineditae II (1842) 60, 175 — SGDI III,1 3718 — cf. Ancient Cos (1978) 182, n. 45 (date)
See also:
1 ἐπὶ μ[ον]άρχου Νικόφρονος, μηνὸ[ς]
Ἀρταμιτίου, ἔδοξε τῶι κοινῶ[ι]
τῶν συμπορευομένων παρὰ Δ[ία]
[Ὑ]έτιον· Χάρμιππος Παρμενίσ[κου]
5 [κ]αὶ Φίλιστος Φιλίστου καὶ Λύκα[ι]-
θος Παρμενίσκου εἶπαν· ἐπε[ι]-
δὴ Νικαγόρας Θευδώρου κα[ὶ]
Λύκαιθος Λευκίππου γενόμ[ε]-
νοι ἐπιμήνιοι αὐτεπάγγελ-
10 τοι τά τε ἱερὰ ἐξέθυσαν τῶ[ι]
Διῒ καὶ ἀνενεώσαντο τὰν θυ-
σίαν τοῦ Διὸς καὶ τὰν ὑποδοχὰ[ν]
[ἐ]ποήσαντο τῶν δαμοτᾶν καὶ
[τ]ῶν ἄλλων πάντων ἀξίως τῶ[ν]
15 [θ]εῶν, σπουδᾶς καὶ προθυμίας
[ο]ὐθὲν ἐλλείποντες· ὅπως οὖν κα[ὶ το]-
ὶ μετὰ ταῦθ’ αἱρούμενοι ἐπιμήνιοι [πολ]-
ὺ προθυμοτέρος αὑτὸς παρέχ[ωντ]-
αι, εἰδότες τὰν τῶν δαμοτᾶν ε[ὔ]-
20 [ν]οιαν· δεδόχθαι Νικαγόραν μὲ[ν]
[κ]αὶ Λύκαιθον ἐπαινέσαι ἐπί τ[ε]
τᾶι αἱρέσει καὶ εὐσεβείαι ἃν [ἔ]-
χοντι ποτὶ τὸς θεὸς καὶ τ[ὸς]
[δ]αμότας, καὶ στεφανῶσαι [αὐ]-
25 τὸς ἀπὸ χρυσῶν δέκα· το[ὶ δὲ]
 ταμίαι ἀναγραψάντων τόδε [τὸ ψά]-
φισμα ἐς στάλαν λιθίναν κ[αὶ]
 ἀναθέντων πὰρ τὸν βωμὸν
 τοῦ Διός· τὸ δὲ ἀνάλωμα [τὸ γε]-
30  νόμενον ἐς τὰν στάλαν τε[ι]-
 σάντων τοὶ ταμίαι.
Search Help
Contact Us