[ ]
Kos Isl. — Haleis — Pyli — reign of Augustus — BCH 14 (1890) 297, 2 — SGDI III,1 3698 — IGR IV 1087
See also:
1 | ἐπὶ μο(νάρχου) Ἀντάνορος, ἱερέως δὲ Αὐ- |
τοκράτορος Καίσαρος θεοῦ υἱο[ῦ] | |
Σεβαστοῦ Νεικαγόρα τοῦ Δαλιο- | |
κλέους, μη(νὸς) Ἀρ̣τ(αμιτίου) ∙ δ ἱ(σταμένου), τοὶ κατοικεῦντες | |
5 | ἐν τῶι δάμωι τῶν Ἁλεντίων καὶ το[ὶ] |
ἐνεκτημένοι καὶ τοὶ γεωργεῦντε[ς] | |
ἐν Ἅλεντι καὶ Πέλῃ, τῶν τε πολειτᾶν | |
καὶ Ῥωμαίων καὶ μετοίκων, ἐτείμασαν | |
στεφάνῳ χρυσέωι Ἰσίδωρον Νεικάρχο[υ] | |
10 | ἰατρὸν δαμοσιεύοντα ἀρετᾶς ἕνεκα τᾶς |
περὶ τὰν τέχναν καὶ τὸν ἄλλον αὐτοῦ βίο[ν] | |
καὶ εὐνοίας τᾶς ἐς αὐτός, ἄνδρα πᾶσαν | |
ἐνδεδειγμένον ποτὶ πάντας εὔνοιαν | |
καὶ σπουδάν. vac. καθειέρωσαν δὲ τὰ[ν] | |
15 | στάλαν παρὰ τὰν καθειδρυμέναν [εἰ]- |
κόνα τοῦ Σεβαστοῦ. vac. δαμαρχεῦν- | |
τος Νεικομάχου τοῦ Ἀνθίππου | |
τοῦ βʹ. |