[ ] Kos Isl. — Kos — Platani — 2nd c. BC — GVI 1418
1 Κοθαίνας τᾶς Πυθίωνο[ς]
 Ἡρακλεωτίδος· / σὲ τὰν πο-
θεινάν, ὦ Κόθαινα, ὁ σύμβιος /
[Φ]ιλωνίδας ἔθηκεν ἐς γαῖαν τότ[ε], /
5 ὁπανίκ’ ἦλθεν ὁ ἀπαραίτητος χρόνο[ς] /
Μοιρᾶν ὁ κρανθεὶς ἡμέρα τε ἐπώνυμος·  /
ἔτη τε συνεβίωσε τετράκις δέκα /
δυεῖν τε ἐπ’ αὐτοῖς· ἄμαχος ἄζηλος
χρόνος / πᾶς ἦν, ὃν εἶπον, οὐδ’ ἐχω-
10 [ρ]ίσθημέν ποτε· / βωμόν τε ἔθηκε
καὶ ἐχάραξε γράμμασιν / σημεῖ[α]
[φι]λίας, ἣν ἄλυπον εἴχομεν, / συ-
ζῶντες αὑτοῖς πάντ’ ἐκεῖ-
[ν]ον τὸν χρόνον.
Search Help
Contact Us