[ ] Kos Isl. — Kos — 2nd/1st c. BC — GVI 1729 (text)
1 [π]ρὶν μὲν Ὁμήρειο[ι γρα]φ̣ίδες φιλ[οδέσπο]τ̣ον ἦθος
Εὐμαίου χρυσέαις ἔκλαγον ἐν σελίσιν·
σεῦ δὲ καὶ εἰν Ἀίδαο σαόφρονα μῆτιν ἀείσει,
Ἴναχ’, ἀείμνηστον γράμμα λαλεῦσα πέτρη,
5 καί σε πρὸς εὐσεβέων δόμον ἄξεται ἐσθλὰ Φιλίσκος
δῶρα καὶ ἐν ζωοῖς κἀμ φθιμένοισι τίνων,
σήν τ’ ἄλοχον Κλειοῦν ταὐτόν σοι παῖδα τίουσαν,
πηγῆς ἧς μαστῶν εἴλκυσε νηπίαχος.
ὦ δυσάλ<υ>κτ’ Ἀίδη, τί τὸ τηλίκον ἔσχες ὄνειαρ,
10 κλεινὸν Κλευμαχίδος κοῦρον ἀειράμενος;
Search Help
Contact Us