[ ] Kos Isl. — Kos — 3rd c. BC — SGDI III,1 3618 — Syll.³ 943
1 Πραξιμένης εἶπε· ἐπειδὴ [Ξενότιμος Τι]μοξέ-
νου ἔν τε τοῖς πρότερον χρόνοις ἐ[πιμέλ]ειαν
ἐποιεῖτο τῶν πολιτᾶν κατὰ τὰν τέ[χ]ναν τὰν
ἰατρικὰν παρέχων αὐτοσαυ[τὸ]ν π[ρ][θυμ]ον εἰς
5 τὰν σωτηρίαν τῶν νοσεύντ[ων, κ]αὶ [νῦ]ν ἐνπ̣ετό[ν]-
των πολλῶν ἄγ[αν ὀλε]θ̣[ρί]ων ἀ̣[ρρω]στ[η]μάτων,
καὶ τῶν ἰατρῶν τῶν [δαμ]οσ[ιευόν]των ἐν τᾶι πό-
λει ἀρρωστησάντων [διὰ] τὰς [κ]α[κο]παθίας τὰς
γενομένας περὶ αὐτοὺς δ[ιὰ] τὰν ἐπιμέλειαν ἃν
10 [ἐ]ποιεῦ[ντο] τῶν καμνό[ντων], Ξενότιμος αὐτε-
[π][γγελτος] ἀεὶ τοῖς δεομένοις παρείχετο τὰν
βο[άθειαν] φ̣έ̣[ρ]ειν προαιρεύμεν[ος] τοῖς ἀρρωσ-
τ̣[οῦσι πᾶσι τὰν] ἄ̣κε̣[σι]ν, οὐδεμίαν δ̣[ὲ προτί]<μ>ασιν
πο[ιεύμενος], ἀλλ’ ὁμοίως περὶ πάντα[ς τὸ]ς πολί-
15 [τ]ας [σπουδ]ζων διέσωισε πολλούς, [δεδ]όχθαι
τῶι δάμωι ἐπαινέσαι Ξενότιμον Τιμοξένου καὶ
στεφανῶσαι χρυσῶι στεφάνωι εὐνοίας ἕνεκεν
καὶ ἐπιμελείας ἃμ ποιεύμενος διατελεῖ τῶν πο-
λιτᾶν, ὁ δὲ ἱεροκᾶρυξ τοῖς Διονυσίοις ἀναγγει-
20 λάτ[ω], ὅτι ὁ δᾶμος στεφανοῖ Ξενότιμον Τιμοξέ-
νου ἀπὸ ἀργυρίου οὗ ἐκ τῶν νόμων πλείστου
[κ]υρί[α] ἐστὶ ἁ ἐκκλησία χειροτονίαι μεγίσταν
[δ]ωρ[ε]ὰν δόμεν εὐνοίας ἕνεκεν καὶ ἐπιμελείας
[ἃν] ἐ̣π̣οιεῖ[το κ]ατ[ὰ τὰν ἰα]τρι[κὰ]ν τέχναν τῶν ἐν
25 [τᾶι π][λει ․]#⁷Α̣Σ̣Ι̣[— —]Ο̣[— —]ων, ὅπως εἰδῶντι
[πάντες ὅτι ὁ δᾶ]μ̣ος [το]ὺς χρησίμους ὄντας κα[ὶ]
[εὔνους τῶν π]ο[λιτᾶν καταξίω]ς τ[— — — — —]
Search Help
Contact Us