1
|
Πραξιμένης εἶπε· ἐπειδὴ [Ξενότιμος Τι]μοξέ-
|
|
νου ἔν τε τοῖς πρότερον χρόνοις ἐ[πιμέλ]ειαν
|
|
ἐποιεῖτο τῶν πολιτᾶν κατὰ τὰν τέ[χ]ναν τὰν
|
|
ἰατρικὰν παρέχων αὐτοσαυ[τὸ]ν π[ρ]ό[θυμ]ον εἰς
|
5
|
τὰν σωτηρίαν τῶν νοσεύντ[ων, κ]αὶ [νῦ]ν ἐνπ̣ετό[ν]-
|
|
των πολλῶν ἄγ[αν ὀλε]θ̣[ρί]ων ἀ̣[ρρω]στ[η]μάτων,
|
|
καὶ τῶν ἰατρῶν τῶν [δαμ]οσ[ιευόν]των ἐν τᾶι πό-
|
|
λει ἀρρωστησάντων [διὰ] τὰς [κ]α[κο]παθίας τὰς
|
|
γενομένας περὶ αὐτοὺς δ[ιὰ] τὰν ἐπιμέλειαν ἃν
|
10
|
[ἐ]ποιεῦ[ντο] τῶν καμνό[ντων], Ξενότιμος αὐτε-
|
|
[π]ά[γγελτος] ἀεὶ τοῖς δεομένοις παρείχετο τὰν
|
|
βο[άθειαν] φ̣έ̣[ρ]ειν προαιρεύμεν[ος] τοῖς ἀρρωσ-
|
|
τ̣[οῦσι πᾶσι τὰν] ἄ̣κε̣[σι]ν, οὐδεμίαν δ̣[ὲ προτί]<μ>ασιν
|
|
πο[ιεύμενος], ἀλλ’ ὁμοίως περὶ πάντα[ς τὸ]ς πολί-
|
15
|
[τ]ας [σπουδ]άζων διέσωισε πολλούς, [δεδ]όχθαι
|
|
τῶι δάμωι ἐπαινέσαι Ξενότιμον Τιμοξένου καὶ
|
|
στεφανῶσαι χρυσῶι στεφάνωι εὐνοίας ἕνεκεν
|
|
καὶ ἐπιμελείας ἃμ ποιεύμενος διατελεῖ τῶν πο-
|
|
λιτᾶν, ὁ δὲ ἱεροκᾶρυξ τοῖς Διονυσίοις ἀναγγει-
|
20
|
λάτ[ω], ὅτι ὁ δᾶμος στεφανοῖ Ξενότιμον Τιμοξέ-
|
|
νου ἀπὸ ἀργυρίου οὗ ἐκ τῶν νόμων πλείστου
|
|
[κ]υρί[α] ἐστὶ ἁ ἐκκλησία χειροτονίαι μεγίσταν
|
|
[δ]ωρ[ε]ὰν δόμεν εὐνοίας ἕνεκεν καὶ ἐπιμελείας
|
|
[ἃν] ἐ̣π̣οιεῖ[το κ]ατ[ὰ τὰν ἰα]τρι[κὰ]ν τέχναν τῶν ἐν
|
25
|
[τᾶι π]ό[λει ․]#⁷Α̣Σ̣Ι̣[— —]Ο̣[— —]ων, ὅπως εἰδῶντι
|
|
[πάντες ὅτι ὁ δᾶ]μ̣ος [το]ὺς χρησίμους ὄντας κα[ὶ]
|
|
[εὔνους τῶν π]ο[λιτᾶν καταξίω]ς τ[— — — — —]
|