[ ] Kos Isl. — Kos — Rom. Imp. period
See also:
1 Ὀφέλλιος Ἐπαφρᾶς οὕ-
τω διεταξάμην· πυέ-
λων οὐσῶν τριῶν ἐν τῷ
ἡρωείῳ μου, εἰς τὴν δε-
5 ξιὰν κεῖσθαι τὸν υἱόν
μου Ὀφέλλιον Ἐπίκτη-
τον σὺν τῇ γυναικὶ αὐ-
τοῦ Κοσσινίᾳ Διογέ<νους>(?),
ὁ δὲ ἕτερος υἱὸς Ὀφέλλι-
10 ος Εὐτυχὴς μετὰ τῆς μη-
τρὸς αὐτοῦ Ὀφελλίας Τυ-
χικῆς· ἐγὼ δὲ ὁ Ἐπαφρᾶς
<εἶ>να<ι> ἐν τάφῳ μετὰ τῆς
γυναικός μου Στερτιν-
15 νίας Μακαρίας εἰς τὴν
μέσην πύελον. εἰ δέ
τις τολμήσει ἀνοῖξαι ἢ
ἐνθᾶψαί τινα, δώσει τῷ
θεῷ Ἀσκληπιῷ 𐆖 ͵βΦʹ
20 καὶ ἔσωθεν τῷ ἱερωτάτῳ
ταμείῳ 𐆖 ͵α.
Search Help
Contact Us