[ ] Kos Isl. — Kos — shortly after 54 AD — cf. RFIC 54 (1926) 62
See also:
1 ἁ βουλὰ καὶ ὁ δᾶμος [ἐτεί]-
μασαν Λούκιον Νών[ιον Ἀρισ]-
τοκλέους υἱὸν Κορνη[λία]
Ἀριστόδαμον, φιλοκαίσαρα, [μο]-
5 ναρχεῦντα καὶ ἐκθύσαντα το[ῖς]
Σεβαστοῖς καὶ τοῖς ἄλλοις θεοῖς [εὐσε]-
βῶς, εὐνόως δὲ καὶ φιλοτείμως [ποτι]-
νεχθέντα τᾶι πατρίδι, ἱερέα ἐπὶ βίου Τιβερί-
ου Καίσαρος Σεβαστοῦ καὶ Τιβερίου Κλαυ-
10 δίου Καίσαρος Γερμανικοῦ Σεβαστοῦ θε-
οῦ καὶ τοῦ δάμου ἱερέα κατὰ γένος Πυθο-
[κ]λείων, ἀγωνοθετήσαντα κατὰ Σεβ[ασ]-
τὰ Ἀσκλαπίεια μεγάλα, πρεσβεύσαν-
τα πολλάκις δωρεὰν ὑπὲρ τᾶς πατρί-
15 δος ἐς Ῥώμαν ποτὶ τὸς Σεβαστὸς
καὶ τὰν σύνκλητον καὶ ἐς τὰν Ἀσίαν
ποτὶ τὸς ἁγεμόνας, τιμᾶς χάριν
τᾶς ἐς αὐτόν. —— τὸν δὲ ἀνδριάντα,
κατασκευάσαντες ἐκ τῶν ἰδίων, ἀνέ-
20 θηκαν Νωνία Λουκίου θ<υ>γάτηρ Τερ-
τία τοῦ ἑαυτᾶς θρέψαντος, καὶ [Λού]-
[κ]ιος Νώνιος Ἔβενος τοῦ ἑαυτ[οῦ πά]-
[τρ]ωνος, εὐσεβίας καὶ εὐχαριστίας.
Search Help
Contact Us