1 | ἁ βουλὰ καὶ ὁ δᾶμος [ἐτεί]- |
μασαν Λούκιον Νών[ιον Ἀρισ]- | |
τοκλέους υἱὸν Κορνη[λία] | |
Ἀριστόδαμον, φιλοκαίσαρα, [μο]- | |
5 | ναρχεῦντα καὶ ἐκθύσαντα το[ῖς] |
Σεβαστοῖς καὶ τοῖς ἄλλοις θεοῖς [εὐσε]- | |
βῶς, εὐνόως δὲ καὶ φιλοτείμως [ποτι]- | |
νεχθέντα τᾶι πατρίδι, ἱερέα ἐπὶ βίου Τιβερί- | |
ου Καίσαρος Σεβαστοῦ καὶ Τιβερίου Κλαυ- | |
10 | δίου Καίσαρος Γερμανικοῦ Σεβαστοῦ θε- |
οῦ καὶ τοῦ δάμου ἱερέα κατὰ γένος Πυθο- | |
[κ]λείων, ἀγωνοθετήσαντα κατὰ Σεβ[ασ]- | |
τὰ Ἀσκλαπίεια μεγάλα, πρεσβεύσαν- | |
τα πολλάκις δωρεὰν ὑπὲρ τᾶς πατρί- | |
15 | δος ἐς Ῥώμαν ποτὶ τὸς Σεβαστὸς |
καὶ τὰν σύνκλητον καὶ ἐς τὰν Ἀσίαν | |
ποτὶ τὸς ἁγεμόνας, τιμᾶς χάριν | |
τᾶς ἐς αὐτόν. —— τὸν δὲ ἀνδριάντα, | |
κατασκευάσαντες ἐκ τῶν ἰδίων, ἀνέ- | |
20 | θηκαν Νωνία Λουκίου θ<υ>γάτηρ Τερ- |
τία τοῦ ἑαυτᾶς θρέψαντος, καὶ [Λού]- | |
[κ]ιος Νώνιος Ἔβενος τοῦ ἑαυτ[οῦ πά]- | |
[τρ]ωνος, εὐσεβίας καὶ εὐχαριστίας. |
Maiuri, NSER
462