| 1 | ἁ βουλὰ καὶ ὁ δᾶμος [ἐτεί]- |
| μασαν Λούκιον Νών[ιον Ἀρισ]- | |
| τοκλέους υἱὸν Κορνη[λία] | |
| Ἀριστόδαμον, φιλοκαίσαρα, [μο]- | |
| 5 | ναρχεῦντα καὶ ἐκθύσαντα το[ῖς] |
| Σεβαστοῖς καὶ τοῖς ἄλλοις θεοῖς [εὐσε]- | |
| βῶς, εὐνόως δὲ καὶ φιλοτείμως [ποτι]- | |
| νεχθέντα τᾶι πατρίδι, ἱερέα ἐπὶ βίου Τιβερί- | |
| ου Καίσαρος Σεβαστοῦ καὶ Τιβερίου Κλαυ- | |
| 10 | δίου Καίσαρος Γερμανικοῦ Σεβαστοῦ θε- |
| οῦ καὶ τοῦ δάμου ἱερέα κατὰ γένος Πυθο- | |
| [κ]λείων, ἀγωνοθετήσαντα κατὰ Σεβ[ασ]- | |
| τὰ Ἀσκλαπίεια μεγάλα, πρεσβεύσαν- | |
| τα πολλάκις δωρεὰν ὑπὲρ τᾶς πατρί- | |
| 15 | δος ἐς Ῥώμαν ποτὶ τὸς Σεβαστὸς |
| καὶ τὰν σύνκλητον καὶ ἐς τὰν Ἀσίαν | |
| ποτὶ τὸς ἁγεμόνας, τιμᾶς χάριν | |
| τᾶς ἐς αὐτόν. —— τὸν δὲ ἀνδριάντα, | |
| κατασκευάσαντες ἐκ τῶν ἰδίων, ἀνέ- | |
| 20 | θηκαν Νωνία Λουκίου θ<υ>γάτηρ Τερ- |
| τία τοῦ ἑαυτᾶς θρέψαντος, καὶ [Λού]- | |
| [κ]ιος Νώνιος Ἔβενος τοῦ ἑαυτ[οῦ πά]- | |
| [τρ]ωνος, εὐσεβίας καὶ εὐχαριστίας. |
Maiuri, NSER
462