[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα π]ρ̣[οστατᾶν· περὶ] |
[ὧν Δάλιοι ψάφισμ]α κ̣[αὶ πρεσβευτὰν ἀ]ποσ̣[τείλαντες Κυν]- | |
θ̣ι̣ά[δαν?] ἀ̣ξιοῦντι τᾶν τιμᾶν αἷς τετιμ̣άκαν[τι Φί]λ̣[ι]π̣π̣ον | |
τὸν ἰατρὸν ἀναγόρευσίν τε δόμεν τῶν Ἀσκλαπι- | |
5 | είων ἐν τῶι γυμνικῶι ἀγῶνι, καὶ ὅπως ὑπόμναμα ὑπάρχῃ |
ἐς τὸμ πάντα χρόνον ἀναγράψαι τὸ ψάφισμα τᾶν τιμᾶ[ν] | |
ἐς στάλαν καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ, | |
ἀκολούθως δὲ καὶ ὁ πρεσβευτὰς διελέγη τοῖς ἐν τῷ | |
ψαφίσματι γεγραμμένοις· ὅπως οὖν ὁ δᾶμος Δαλίοις | |
10 | τε φαίνηται ὑπακούων τὰ ἀξιούμενα καὶ τοῖς αὑτοῦ |
πολίταις ἐπὶ τοῖς διδομένοις αὐτοῖς τιμίοις ὑπὸ | |
τᾶμ πολίων συναδόμενός τε καὶ συνκατασκευά- | |
ζων ἐπιφανεῖς τὰς τιμάς· δεδόχθαι δόμεν αὐτοῖς̣ | |
τὰν ἀναγγελίαν καθότι ἀξιοῦντι· τοὶ δὲ προσ- | |
15 | τάται καὶ ὁ ἀγωνοθέτας ἐπιμεληθέντω τᾶς ἀνα- |
γορεύσιος· μισθωσάντω δὲ καὶ τοὶ πωληταὶ ἀνα- | |
γράψαι τὸ ψάφισμα καθ’ ὅτι τετίμαται Φίλιππος | |
ὑπὸ Δαλίων ἐς στάλαν λιθίναν καὶ ἀναθέμεν | |
ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ· τόπον δὲ ἀποδειξάντω | |
20 | τοὶ προστάται· τὸ δὲ ἀνάλωμα τοὶ ταμίαι τελε- |
σάντω ἀπὸ τῶν ἐς τὰ ὑπὸ πωλητᾶν ἔργα μισθού- | |
μενα· τὸν δὲ πρεσβευτὰν καλέσαι ἐπὶ ξένια ἐς τὸ | |
πρυτανεῖον, δόντω δὲ αὐτῶι καὶ τοὶ ταμίαι ἐς θυ- | |
σίαν ἀπὸ τῶν προπεπορισμένων χρημάτων | |
25 | δραχμὰς πεντήκοντα. |
Clara Rhodos
10 (1941) 37,4