[ ] Kos Isl. — Asklepieion — decree of Samos — late 4th c. BC — Chiron 29 (1999) 253, 1 — IG XII,6 1 150
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [καὶ] ἀναγράψαι αὐτο̣ὺς εὐεργέτας τοῦ δήμου το[ῦ Σαμίων καὶ στε]-
[φα]νῶσαι αὐτοὺς χρυσῶι στεφάνωι καὶ ἀναγγεῖλαι τ̣ὸν̣ ἱερ[οκή]-
[ρ]υκα Διονυσίων τραγωιδοῖς ἐν τῶι θεάτρωι ἐπ’ ὀνόματος ἕκαστον
πατρόθεν, ὅτι ὁ δῆμος ὁ Σαμίων στεφανοῖ τοὺς δικαστὰς καὶ το[ὺ]-
5 [ς] προξένους τοὺς παραγενομένου[ς] ἐκ Κῶ̣ δικάσ̣αντ̣α̣ς Σ[α]μίοις
[τὰ]ς δίκας ὀρθῶς καὶ δικαίως, τῆς δ’ ἀναγγελίας ἐπιμεληθῆνα[ι]
[τὸ]ν ἀγωνοθέτην μετὰ τοῦ δημιουργοῦ· εἶναι δὲ αὐτοῖς καὶ εἴσ-
π̣λουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδὶ καὶ ἐ̣μ πολέμωι καὶ ἐν̣ εἰρήνηι, δ̣-
ε̣δόσθαι δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσιν ο̣[ἷς ἡ] πόλις τ̣ίθησ[ι],
10 εἶναι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἄν [τ]ο̣υ δέ[ω]ντ̣α̣[ι],
π̣ρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά, ἐπιμελε̣[ῖσ]θαι δ̣ὲ α̣[ὐτ]ῶν [κ]α̣ὶ̣ τὰ [ἀρ]-
χεῖα ἀεὶ τὰ ἐνεστηκότα, ἐάν του τυγχάνωσι δεό̣[με]ν̣οι, [ε]ἶναι δὲ α̣[ὐ]-
τοὺς καὶ προξένους τῆς πό̣λεως, δεδ[ό]σσθαι δὲ̣ αὐτοῖς καὶ πολειτεία[ν]
[ἐ]φ’ ἴσηι καὶ ὁμοία̣ι καὶ ἐπιψηφίσαι τὸν δῆμον ἐν ἀρχαιρεσίαις κα̣[τ]ὰ τ̣ὸν [νό]-
15 μον, τοὺς δὲ πρυτάνεις τοὺς πρυτανεύοντας τὸμ μῆνα τ̣[ὸν Ἀν]θεσ[τη]-
[ρι]ῶνα προαγαγεῖν ὑπὲρ τῆς πολειτ̣είας καὶ τῆς προξενίας, ὅπως ὁ δῆμο[ς]
διαψηφίσηι καθότι ἐν τῶι νόμωι γέγραπται· ἐὰν δέ τινε̣[ς α]ὐ̣τῶν βούλ[ω]ντα[ι]
ο̣ἰκεῖν ἐν Σάμωι, εἶναι αὐτοῖς ἀτέλειαν ὧν ἂν εἰσά[γ]ωνται καὶ <ἐὰν> ἐξάγε̣[ιν]
βούλωνται τούτων τι, ἀτελῆ ἐξαγέτωσαν, ταῦτα δὲ ὑπ[ά]ρχειν αὐτοῖς καὶ ἐκ̣-
20 γ̣όνοις· ὅπως δὲ πάντες εἰδῶσ[ι]ν τὰ ἐψηφισμέν[α Σαμίο]ις περὶ τῶν̣
[δ]ικαστῶν καὶ τῶν προξένων, τὸγ γραμματέα τ̣ῆς βου̣[λ]ῆς ἀναγράψα[ι]
τ̣ὸ ψήφισμα τόδε εἰστήλας λιθίνας δύο καὶ στῆσα[ι μί]αμ μὲν εἰς τὸ
[ἱ]ε̣ρὸν τῆς Ἥρας, τὴν δὲ μίαν, ὅταν αἱ τῆς βασιλίσσης Φίλας τιμα[ὶ]
συντελεσθῶσι, εἰς τὸ τέμενος τὸ ἀποδειχθὲν Φίλαι, τὸν δὲ οἰκον[ό]-
25 μον εἰς τὸ ἀνάλωμα ὑπηρε̣τῆσαι· ἐλέσθαι δὲ καὶ πρεσβευτὴν εἰς Κῶν,
ὅστις τό τε ψήφισμα ἀποίσει καὶ ἀξιώσει τὸν δῆμον ψηφίσασθαι, ὅ-
π̣ως ἀναγραφὲν ἐν στήληι ἀνατεθῆι εἰς ἱερὸν οὗ ἂν ὁ δῆμος ψηφίσ[η]-
ται, καὶ ἀναγγείλωσι καὶ παρ’ αὐτοῖς τὰς τιμὰς τὰς δεδομένας τ̣ο̣[ῖς]
δικασταῖς καὶ τοῖς προξένοις καθότι καὶ παρ’ ἡμῖν. vacat
30 [ἔ]δοξε τῶι δήμωι, vac. Ἐπήρατος Φιλτέω εἶπε· τὰ μὲν ἄλλα [καθάπερ]
Βάττος καὶ Ἑρμόδικος· τὸ δὲ ψήφισμα τόδε ἀποστε[ῖλαι τοὺς]
πρυτάνεις καὶ τὸν οἰκονόμον εἰς Κῶ τοῖς πρ[ο]ξ[ένοις τοῖς]
[ἀ]γαγοῦσι τὰ δικαστήρια καὶ ἀξιοῦν ποῆ]σα̣[ι αὐτοὺς πάντα]
[κα]τὰ τὰ γεγραμμένα.  vacat
Search Help
Contact Us