[ ] Kos Isl. — Kos — 1st c. BC
See also:
a.1     Φίλιππος̣
   Φιλίππου
παιδονομῶν ὑπ[ὲρ]
τᾶς τῶν παίδων̣
5     ὑγιείας
καὶ εὐταξίας
Διὶ Ἀλσείωι καὶ
Ἀθάναι Ἀλσείαι.
     vacat
b.1 ἀρχαγὸν γενεᾶς Ἡρακλέα παισὶ Φίλιππος
θήκατο τὸν τέκνων πιστότατον φύλακα,
σωφροσύνας ἕνεκεν παίδων κλεινᾶς θ’ ὑγιείας
Ζανὶ καὶ Ἀλσείᾳ Παλλάδι Τριτογένει.
5 ἀλλά, γένους ἀρχαγέ, τὸ βάσκανον ὄμμα κακούργων
κοίμισον ὡς λάμπη καλλιθαλὴς ἀγέλαι,
τόν τε σαοφροσύνας πρωτεῖα λαχόντα Φίλιππον
αὔξοις, τὸν στοργᾶι πᾶσιν ἴσον πατέρα.
Ἡλιόδωρος Πισιστράτου ἔγραψε.
                     vacat
c.1 δαμοσιεύοντος
   Δώρου.
Search Help