[ ]
Kos Isl. — Kos — 4th c. BC — Paton-Hicks 38; SGDI III,1 3637 — HGK 2 — LSCG 151B
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — — — — καθάπερ(?)] τ̣ο̣ῦ Β̣α̣τ̣ρο̣μ̣ί̣ο̣υ̣· ἱε̣ρὰ [ἱαρεὺς] |
[πα]ρ̣έ̣χ̣ε̣ι̣ κ̣α̣ὶ̣ θ̣ύ̣ει· γέρη λαμβάνει δέρμα καὶ σκέλη τᾶ[ι αὐτ]- | |
ᾶι ἁμέραι· Ῥέαι ὄϊς κυεῦσα καὶ ἱερὰ ὅσσαπερ τοῦ Πεδαγειτν̣[ύο]- | |
υ γέγραπται· τούτων οὐκ ἀποφορά· θύει ἱαρεὺς καὶ ἱερὰ παρέχει̣· [γ]- | |
5 | έρη λαμβάνει δέρμα. δεκάται· Ἥραι Ἀργείαι Ἑλείαι Βασιλείαι δάμ̣- |
αλις κριτά· κρινέσθω δὲ μὴ ἐλάσσονος {〚ον〛} ὠνημένα πεντ- | |
ήκοντα δραχμᾶν· θύει ἱαρεὺς καὶ ἱερὰ παρέχει· γέρη̣ λαμβά[νει] | |
δέρμα καὶ σκέλος· ταύτας ἀποφορά· ἔνδορα ἐνδέρεται καὶ θύε[ται] | |
ἐπὶ τᾶι ἱστίαι ἐν τῶι ναῶι τὰ ἔνδορα καὶ ἐλατὴρ ἐξ ἡμιέκτου [σπ]- | |
10 | υρῶν· τούτων οὐκ ἐκφορὰ ἐκ τοῦ ναοῦ. ἑνδεκάται· Ζηνὶ Μαχα- |
νῆι βοῦς κρίνεται τὸ ἅτερον ἔτος ἐφ’ οὗ κα ἔωντι Κ[α]ρνεῖαι, κα[θά]- | |
περ τοῦ Βατρομίου τῶι Ζηνὶ τῶι Πολιῆι κρίνεται̣, κ[αὶ] χοῖρος προ- | |
καυτεύεται, καὶ προκαρύσσεται καθάπερ τῶι Πολιῆι. δυωδε[κ]- | |
άται· Ζηνὶ Μαχανῆι ὄϊες τρεῖς τέλεωι καὶ βοῦς ὁ κριθεὶς τὸ | |
15 | ἅτερον ἔτος ἐφ’ οὗ κα ἔωντι Κ̣α̣ρ̣ν̣ε̣ῖ̣α̣ι̣, τὸ δὲ ἅτερον ἔτος ὄϊες τ̣- |
ρεῖς τέλεωι· ταῦτα θύει ἱαρεὺς ὁ τῶν̣ Δ̣υ̣ώδεκα Θεῶν, καὶ ἱερὰ π̣- | |
αρέχει τούτοις· προθύεται πὰ̣ρ τὸγ̣ κο̣ι̣ν̣όν, ἃ φέροντι Φυλεομ̣- | |
αχίδαι ἀλφίτων ἡμίεκτον, οἴνου τετάρταν· γέρη̣ δ̣ὲ Φυλεομ̣- | |
αχίδαις δίδοται τοῦ βοὸς ὁπλά, τ̣α̣ρ̣σ̣ό̣ς̣, τῶν δὲ ὀΐων̣ τ̣ὸ ὠμ̣όν̣, | |
20 | ἐξ οὗ ἁ θεομοιρία τάμνετα̣ι̣, κ̣α̣ὶ ὁ [β]ρ[ό]νχο̣ς̣(?)· γέρη λαμβάνει ὁ ἱα- |
ρεὺς σκέλη καὶ τὰ δέρματα ⋮ τᾶι αὐτᾶι ἁ̣μ̣έ̣ραι· Ἀθαναίαι Μαχα[νί]- | |
δι δάμαλις κριτὰ τὸ ἅτερον ἔτος, ἐφ’ οὗ κα ἔω̣ν̣τ̣ι̣ Κ̣α̣ρ̣ν̣ε̣ῖα̣[ι, τ]- | |
ὸ δὲ ἅτερον ἔτος ὄϊς τελέα̣· θ̣ύ̣ε̣ι̣ ἱαρεὺς καὶ ἀπορρ̣α̣ίνεται θαλ- | |
άσσαι· τούτων οὐκ ἀποφορά̣· ἄπυρα δίδοται τᾶ̣ι̣ θ̣ε̣ῶ̣ι̣ ἐ̣λ̣α̣ί̣[ο]- | |
25 | υ τ̣έτορες κοτύλεαι, οἴνου τετάρτα, πρόχοι̣ κ̣α̣ι̣ν̣α̣ὶ̣ δ̣ύο κ̣α̣ὶ̣ κ̣ύλ[ι]- |
[κες]· καιναὶ τρεῖς· τοῖ[ς δὲ Καρνεί]οι̣ς τ̣ὰ̣μ̣ π̣όλ̣ι̣ν̣ ὠνεῖσθαι δάμ̣[α]- | |
[λιν μὴ ἐλάσσονος πεντήκοντα] δ̣ρ̣α̣χμᾶν· τα̣ύτα̣ν̣ δ̣ὲ̣ [— — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |