face A,front.1 | ἐπὶ μονάρχ[ου Χαρ]μ̣ί̣δ̣α̣, μ̣η̣ν̣[ὸς] Ἀλσ[είου — — —] |
τάδε συνέγραψαν τοὶ ἄνδρες τοὶ αἱρεθ̣[έ]ν̣τες π[ερὶ] | |
τᾶς ἱερωσύνας τοῦ Διονύσου τοῦ Θυλλοφόρο[υ], | |
Ἄριστος Ἀριστοβούλου, Πάμφιλος Κλεάνδρο[υ]. | |
5 | ἀγαθᾶι τύχαι· τοὶ πωληταὶ ἀποδόσθων τὰν [ἱερω]- |
[σύ]ναν τοῦ Διονύσου τοῦ Θυλλοφόρου μηνὸς Καρ[νεί]- | |
[ου· ἁ] δὲ πριαμένα ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ μὴ | |
[νεωτ]έρα ἐτέων δέκα δύο· ἱεράσθω δὲ ἐπὶ βίου. κα[τα]- | |
[βολὰς] δὲ ποησεῖται τοῦ εὑρέματος τρεῖς, τὰν μ[ὲν] | |
10 | [πρά]τ̣αν ἐμ μηνὶ Καρνείωι τῶι ἐπὶ Χαρμίδα, τὰν δὲ δ[ευ]- |
[τέρα]ν ἐμ μηνὶ Γεραστίωι τῶι μετὰ μόναρχον Χαρμίδα[ν] | |
[τὰν δ]ὲ τρίταν ἐμ μηνὶ Ἀλσείωι ἐπὶ τοῦ αὐτοῦ μον[άρ]- | |
[χου· α]ἰ δέ κα μὴ καταβάληι τὰν καταβολὰν ἐν τῶι χρόν[ωι] | |
[τῶι γ]εγραμμένωι ἀπογραψάντω αὐτὰν τοὶ ταμ[ίαι] | |
15 | [τοῖς] πράκτορσι πράξασθαι διπλάσιον. τὰν δὲ ἱέρη τε̣[λε]- |
[σά]τ̣ω ἁ πόλις, τὸ δὲ ἀνάλωμα τὸ ἐς τὰν τελετὰν [τοὶ τα]- | |
[μία]ι διδόντω· ὅπως δὲ τελεσθῇ ἁ ἱέρη κατὰ τὰ ν̣[ομιζό]- | |
[μεν]α̣ τοὶ πωληταὶ ἀπομισθωσάντω. ἐξέστω [δὲ τᾶι ἱέρηι] | |
[ὑφιέρ]ειαν ἀποδεῖξ̣α̣ι̣ πολίτιν, μὴ ἐξέστω δὲ ἄλ[λαν ἱερᾶσθαι] | |
20 | [μηδ]ὲ̣ τελέζεν τῶι Θυλλοφόρωι Διονύσωι <πλὰν> ἢ [ἅν κα ἁ ἱέ]- |
[ρη ἀπο]δ̣ε̣ί̣ξῃ ἐν ἑκάστωι δάμωι· αἰ δέ τίς κ[α παρὰ ταῦτα] | |
[ἱερᾶται] ἢ τ̣ε̣λέ̣ζ̣η̣ι̣, ἐ̣ξ̣[έ̣]σ̣[τ]ω {ι} τῶι τε κυ̣[ρίωι τᾶς ἱέρης καὶ] | |
[τᾶν ἀπο]δ̣ε̣ι̣χθεισᾶν ὑπὸ τᾶς ἱέρης [ἢ τῶν ἄλλων πολιτᾶν τῶι] | |
[χρήιζ]οντι ἐσαγγέλλεν ἐς τὰν β[ουλὰν τὰν ἱερωμέναν ἢ τελοῦσαν] | |
25 | [ὡς] ἀδ̣ι̣κ̣οῦσαν τὰν πόλιν· αἰ δέ [κα καταγνωσθῆι ἀδι]- |
[κεῖν] τ̣ελοῦσ[α]ν ἢ ἱερωμένα[ν, ἐπιτίμιον ἱερὰς ἀποτεισάτω] | |
[δραχμὰς πεντακοσίας]· τ̣ο̣[ῦτο] δ’ ἔστω [τὸ μὲν ἥμισον τοῦ ἐσαγ]- | |
[γείλαντος, τὸ δὲ ἥμισον τᾶ]ς ἱέ[ρης — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
face B,back.1 | 〚[— — — — — — — — — — — — — — — — τᾶι τελε]〛- |
[ζ]ομέναι πάντα παρέχετ̣α̣ι̣ ἁ ἱέρη, τῶν δὲ θυο[μέ]- | |
[ν]ων ἱερείων τῶι Θυλλοφόρωι Διονύσωι διδότω γέρ[η] | |
[ἁ] θύουσα τᾷ ἱέρῃ τῶν μὲν μηλά[τω]ν ἱερείων καὶ τελείω[ν] | |
5 | [σ]κέλος καὶ δέρμα καὶ τριώβολον, τῶν δὲ ἐτέλων κεφα- |
[λ]ὰν καὶ πόδας καὶ δέρμα καὶ ὀβολόν, ὑὸς δὲ σκέλ̣ος καὶ | |
[τρ]ιώβολον, χοιρίου δὲ κεφαλὰν καὶ πόδας κ[αὶ] ὀβολόν, | |
[β]οὸς δὲ σκέλος καὶ δέρμα καὶ δραχμάν· ἔστω δὲ καὶ αἴ | |
[κ]ά τις παρά τινι θύῃ τᾶν ὑφιερειᾶν τῶι θεῶι τὰ ἡμίση | |
10 | [τ]ᾶς ἱέρης· τᾶι δὲ μὴ ἀποδούσαι τὰ γέρη ὡς γέγραπτ[αι] |
[τ]ὰ ἱερὰ ἔστω {ι} ἄθυτα. ἐπὶ δὲ τὸν βωμὸν ἐπιβαλλέτω πά̣- | |
[σ]α̣ι̣ς τὰ ἱερὰ ἁ ἱέρη ἢ ἁ ὑφιέρεια ἄν κα ἀποδε[ίξ]ῃ ἁ ἱέρη. τοὶ δ[ὲ] | |
[π]ωλ̣η̣τ̣αὶ μισθω[σά]ν̣τω ἀναγράψαι τάνδε τὰν διαγραφ[ὰν] | |
[ε]ἰς [στάλ]αν λιθί[ναν καὶ ἀναθέμεν ἐν] τῶι [ἱερῶ]ι τ̣ῶν Δυώ- | |
15 | [δ]εκα Θεῶν· [τὸ δὲ ἐς τὰν τελετὰν] γε̣[νό̣μενο]ν ἀνάλω- |
[μ]α καὶ [τ]ὸ ἐς [τὰν στάλ]αν κ[αὶ ἀναγρα]φ̣ὰν̣ [τᾶς διαγρα]φᾶς ἀπ[ο]- | |
δ̣ώσει τοῖς ταμίαις ἁ πριαμένα τὰν ἱερωσύναν ἅμα τ[ᾶς] | |
vacat ἄλλας τιμᾶς. vacat | |
[Πα]να̣μύας Θευδότου εἶπε· τὰ μὲν ἄλλα καθὰ τᾶς διαγρα- | |
20 | [φᾶ]ς. ὅπω[ς δ]ὲ τὸ ἱερὸν τοῦ Ἀντιγόνου ἐπισκευᾶς |
[τε] καὶ τιμᾶ̣[ς πάσ]ας τυγχάνηι, ἁ πριαμένα τὰν ἱερωσύ- | |
[ν]αν το[ῦ Διονύ]σου τοῦ Θυλλοφόρου [κατ]αβαλλέτω ἐπ[ὶ] | |
[τ]ὸν λόγον ἐπιστάτ̣[αις τῶν ἔργων καθ’] ἕκαστον ἐνιαυ- | |
τὸν εἰς ἐπισσκε[υὰν {²⁶ἐπισκευὰν}²⁶ τοῦ ἱεροῦ δρα]χ̣μὰς ἑκατόν. |
Iscr. di Cos
ED 216