[ ] Kos Isl. — Kos — 1st c. BC — cf. BE (1995) 448 — cf. SEG 43.549
See also:
1 ἐπὶ μονάρ%⁸¹χου
Παρμενίσ%⁸¹κου.
μηνὸς Ὑακινθίου Ι[— — — — — — — — — — — — — — — —]
ἀγαθᾶι τύχαι· τάδε συνέγραψαν προστάτ[αι] Φ̣ίλιππος Φί-
5 λωνος, Σώστρατος Φιλίνου, Λαμπίας Φιλίππου, Κάλλιπ-
πος Καλλίππου καθ’ ὑοθεσίαν δὲ Ἡρακλείτου, Εὔκαρπος Κλε-
ονίκου, καὶ βουλᾶς γραμματεὺς Ἡράκλειτος Ἰατροκλεῦς,
περὶ τᾶς ἱερωσύνας τοῦ Ἡρακλεῦς τοῦ Καλλινίκου τ̣ο̣ῦ̣ ἐ-
π̣ὶ ἀγορᾶι καὶ ἐπὶ λιμένι. τοὶ προστάται, ἐπεί κα μέ<λ>λωντι πω-
10 λεῖν τὰν ἱερωσύναν, θυσάντω ἑκατέρωι τῶν θεῶν ἱερεῖ-
ον ἀπὸ δραχμᾶν ἑκατὸν ὑπὲρ ὑγιείας τῶν τε πο[λιτᾶ]ν̣ κ̣αὶ πο-
<λ>ιτίδων καὶ τῶν κατοικεύντων ἐν τᾶι πόλει, τ̣ο̣[ὶ] δὲ ταμία[ι ἀπο]-
τελεσάντω αὐτοῖς ἐς τὰν θυσίαν τὸ προγεγραμμένο[ν ἀρ]-
γύριον. τοὶ πωληταὶ ἀποδόσθων τὰν ἱερωσύναν ἐμ μηνὶ Πα-
15 ν̣άμωι <τ>ᾶι νουμηνίαι. ὁ δὲ πριάμενος ἔστω ὑγιὴ<ς> καὶ ὁλόκλα-
[ρ]ος καὶ μὴ νεώτερος ἐτέων δέκα, ἱεράσθω δὲ ἐπὶ βίου· ἀτε-
[λ]ὴς δὲ ἔστω τᾶν λειτουργιᾶν πασᾶν πλὰν λαμπαδαρχ̣ίας̣
καὶ τριηραρχίας, ἀπολελύσθω δὲ καὶ σιτοφυλακίας καὶ ὑ[πο]-
δοχᾶς Ῥωμαίων καὶ ἐπιμηνιείας πάσας ἐφ’ ἇς [αἱ]ρεῖται [ὁ δᾶ]-
20 μος· καθήσθω δὲ καὶ ἐν προεδρίαι καὶ σπενδέτω ἐν πᾶσ[ι]
[τ]οῖς χορικοῖς ἀγῶσι μετὰ τῶν ἄλλων ἱερέων τ̣ῶν δα̣μ̣ω̣-
δῶν, καὶ φορείτω κιθῶνα διάλευκον· ἐστε[φα]νώσθω δὲ
καὶ στεφάνωι λευκίνωι, ἐχέτω δὲ καὶ ἄφαμμα καὶ χρυσέος
δακτυλίος. ὅπως δὲ καὶ αἱ θυσίαι τοῖς θε[οῖς] τούτοις ἐπιφα̣-
25 ν̣έστερον συντελῶνται, ἃς μὲν θύει ὁ μόναρχος καὶ τοὶ ἱερο-
ποιοὶ, θυόντω τ̣ὰ ἱερεῖα ποτὶ τὸ διαγραφόμενον αὐτοῖς ἀργύ-
ριον παρὰ τῶν ταμιᾶν· καὶ ὅπως ὁ δᾶμος φαίνηται συνεπαύ-
CWN TA\S TIMA\S TW=N QEW=N, TOI\ XEIRI/ZONTES TA\ TOU= *(HRAKLEU=?[S]
τοῦ Καλλινίκου χρήματα διαγραφόντω τοῖς προστάταις
30 ἐς̣ θυσίαν̣, τ̣οῖς μὲν τὰν θερινὰν ἄρχουσιν Ἀρταμιτίου νου-
μηνίαι δραχμὰς πεντήκοντα· κατὰ ταὐτὰ δὲ διαγραψάντω
[κ]αὶ τοῖς ἐν ἀρχᾶι προστάταις ἐς θυσίαν δραχμὰς πεντή-
[κ]οντα, ἐπεί κα ἁ τελετὰ τοῦ ἱερέως καὶ τᾶς ἱερείας ἐπιτελῆ̣-
[τ]αι· τοὶ δὲ διαγραψάμενοι θυόντω πρὸς τὸ διαγραφὲν αὐτοῖς
35 ἀργύριον. θυόντω δὲ καὶ τοὶ ποτ̣ὶ̣ τὸ πολίτευμα ποτιπορευό-
μενοι, ἐπεί κα συντέλειαν λάβῃ ἁ πολιτία τοῦ δικαστηρί[ου],
[ἕκ]αστος αὐτῶν ἱερεῖον μὴ ἐλάσσονος ἄ[ξιον δραχμᾶν — —].
[θυόντ]ω δὲ καὶ τ̣ο̣ὶ̣ [— — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us