[ ] Kos Isl. — Kos — early 2nd c. BC (196/195 BC?) — cf. SEG 43.549 — cf. SEG 49.1112 — cf. SEG 50.762 (date)
face A, front.frg. a.1 ἀγαθᾶι τύχαι. ἐπὶ μονάρχου Θευδώρου, μηνὸς Δαλ[ί]-
ου ἑκκαιδεκάται. τάδε ἀπ<ή>νε<γ>κ<α>ν τοὶ ἄνδρες τοὶ αἱρεθέν-
τες ἐπιγράψαι περὶ τᾶς ἱερωσύνας τᾶς Ἀφροδίτας τᾶς
Πανδάμου, Κλεινίας Φιλίτα, Κλεύμαχος Φανομάχου,
5 Δαμοφῶν Μένωνος· τοὶ πωληταὶ ἀποδόσθων τὰν ἱε-
ρωσύναν μηνὸς Ἀλσείου ἐν ἀρχαιρεσίαις. ἁ πριαμένα
ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ τελέα, ἱεράσθω δὲ ἐπὶ
βίου. τὰ μὲν ἄλ<λ>α κατὰ τὰς πρότερον διαγραφάς· κατα-
βολὰς δὲ ποιησεῖτα<ι> τοῦ εὑρόντος ἀργυρίου ποτὶ μέ-
10 ρος τέσσαρας, τὰν μὲν πράταν ἐμ μηνὶ Ἀλσείωι τῶι
ἐπὶ Θευδώρου, τὰν δὲ δευτέραν ἐμ μηνὶ Γερα<σ>τίωι
τῶι μετὰ μόναρχον Θεύδωρον, τὰν δὲ τρίταν ἐμ μη-
νὶ Ἀλσείωι ἐπὶ τοῦ αὐτοῦ μονάρχου, τὰν δὲ τετάρταν
ἐμ μηνὶ <Γ>ερα<σ>τ<ί>ωι ἐπὶ μονάρχου ὅς κα γένηται τρίτος
15 σὺν Θευδώρωι. ἵνα δὲ ἐπαύξηται τὰ τίμια τᾶς θεοῦ,
φαίνωνταί τε ταὶ γαμοῦσαι πᾶσαι τᾶν τε πολιτίδω-
ν καὶ νό[θ]ων καὶ παροίκων κατὰ δύναμιν τὰν αὑτῶν τι-
μῶσαι τὰν θεόν, ὅσαι κα γαμῶνται, χρηματισθείσας
εἰσωμοσίας, θυόντω πᾶσαι τᾶι θεῶι ἱερῆον μετὰ τὸν
20 γάμον ἐν ἐνιαυτῶι· ταῖ<ς> δὲ συντελούσαις τὰ ἐψαφισ-
μένα ἄμεινον ἦμεν. ὁμοίως δὲ καὶ ἀκολούθως τοῖς
προκεκυρωμένοις συντελῶντι τὰς θυσίας τοί {ς} τε
ἔμποροι {ς} καὶ τοὶ {ς} ναύκλαροι {ς} τοὶ {ς} ὁρμώμενοι {ς} ἐκ τᾶς π-
όλιος· ὅσσοι κα μὴ θύσωντι ὡς γέγραπται, ἐπιτίμιόν τε
25 αὐτοῖς ἔστω, καὶ ὀφειλόντω ἐπιτίμιον τᾶ<ι> ἱερείαι δραχμὰς
δέκα, ἁ δὲ πρᾶξις ἔστω αὐτᾶι καθάπερ ἐγ δίκας. τοὺς δὲ
ἀγερμοὺς τᾶν σαλαΐδων καὶ τἆλλα περὶ αὐτῶν γίνεσθαι
πάντα κατὰ τὰ προκεκυρωμέν<α> ἐπὶ μονάρχου Λευκίπ-
που· ἀπὸ δὲ τῶν ἀ<γ>ερμῶν θυέτω ἕκαστος τῶν προε-
30 στακότων τᾶι Ἀφροδίται τᾶι Πανδάμωι <τ>ᾶι ἑνάται τοῦ
Πανάμου μηνὸς ἱερεῖον τέληον. καὶ ἐπειδὴ δι[ὰ τὸν γεγονό]-
[τ]α σεισμὸν τὰ μὲν προπέπτωκε τῶν [— — — — — — — τῶν]
τε ἱστιατορίω[ν — — — — — — — — — — — καὶ τῶν ἄλλων]
χρηστηρίω[ν, τὰ δὲ — — — — — — — — — — — — — — — —]
35 κ̣ινδυν̣ε̣[εύεται — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
frg. b [— — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — —]Ω̣Ι̣Λ̣ΜΛ̣ΠΟΚ̣Ο
[— — — — — — — — —] Ἀφροδείτ[ας Πο]ντίας τὸν ἀνάμε-
σ̣ον το̣ῦ̣ [․․․8․․․․] Ἡρακλήου καὶ τῶν νεωρίων τῶν κα-
τεσκε[υασμ]έν̣ων τοῖς κλείθροις διαλείπων εἴσοδο[ν]
5 ἐκ τῶν ναυπαγίων· τὸ δὲ ἐσόμενον δαπάναμα ἐς τὰ[ν]
παροικοδομίαν ὥστε γενηθῆμεν δίοδον δι’ αὐτᾶν, χ[ει]-
ρισθέντος δὲ τοῦ ἀπολογισμοῦ, τελεσάντω τοῖ[ς]
αἱρεθεῖσιν ἐπιστάταις ἀπὸ τᾶς πράτας κ̣αταβολᾶς
ἔστε κα ἀπολογίξητα<ι> ὁ ἀρχιτέκτων. ἵνα δὲ καὶ εἰς τ[ὸν]
10 μετὰ ταῦτα χρόνον ἐπιμελήας τυνχάνηι τό τε ἱ<ε>ρὸν
τᾶς Ἀφροδίτας <τᾶς> Πανδάμου καὶ τᾶς Ποντίας, ἀποτα-
χθέντος διαφόρου εἰς τὰν ἐπισκευὰν αὐτῶν, τοὶ μ[ὲ]-
ν θησαυροὶ ἀνοιγέσθων καθ’ ἕκαστον ἐνιαυτὸν
ὑπό τε τῶν προστατῶν καὶ τᾶς ἱερείας ἐμ μηνὶ Δα[λί]-
15 ωι· τοῦ δὲ ἐξαιρεθέντος τὸ μὲν ἥμισον ἔστω τᾶς ἱε-
ρείας, τὸ δὲ ἥμ<ι>συ τῆς θεοῦ· τοὶ δὲ προστάται ἀναφ[ε]-
ρόντω ἐπὶ τοὺς ταμίας <καὶ> διατηρεύντω ἐν <κιβω>τῶ<ι> τῶν̣ π̣[α]-
ραδόντων λόγ<ο>ν <ἴ>διον τᾶς θεοῦ εἰς ἐπισ̣κ̣ε̣[υὰν τῶν]
ἐν τοῖς ἱερ<ο>ῖς· καὶ μὴ ἐξέστω [μ]η̣θ̣[ενὶ εἰς ἄλλο τι]
20 [καταχρῆσθαι]· α̣ἰ̣ δ̣έ̣ κ̣ά̣ τ̣ι̣ς̣ π̣α̣[ρὰ ταῦτα ποιῆι — —]
[— — — — — — — — — — — — — — — — — — — —]
face B, back.frg. a.1 ἐπὶ ἱερείας Λυκαονίδος τᾶς Φανομάχου·
αἵδε ἐπανγείλαντο εἰς τὰν συντέ-
λειαν τοῦ περιβόλου καὶ τῶν ποτικα-
τασκευαζομένων τᾶι Ἀφροδίται
5 κατὰ τὸ ψάφισμα·
                  vacat
col. I.6 [Λ]υκαονὶς
Φανομάχου {⁸30}⁸
Πυθιὰς
[Ἀ]ρίστου {⁸[10]}⁸{⁸20}⁸
10 [Λ]υκαονὶς
Μοσχίωνος {⁸30}⁸
Πυθιὰς
Φιλίνου {⁸30}⁸
Παρμενὶς
15 Θευδότου {⁸30}⁸
Ἀθηνὼ
Ἀρατοκρίτου {⁸30}⁸
Κλειτομαχὶς
Φιλίνου {⁸30}⁸
20 Πισιμαχὶς
Φιλαινὶς
ταὶ Εὐδάμου {⁸60}⁸
Σ̣ιμὼ
[․․․․․․]κλεῦς {⁸20}⁸
[— — — — — —]
col. II.6 Καλλιστράτη
Ἀντιγόνου {⁸20}⁸
Ἡγεμονὶς
Νικομήδους {⁸20}⁸
10 Βιτὶς
Καλλιάνακτος {⁸20}⁸
Αἶσχρον
Αὐτοφῶντος {⁸20}⁸
Ἁβροτίη
15 Σίμου {⁸20}⁸
Δίη
Δίωνος {⁸20}⁸
Ἡγεμονὶς
Διοκλεῦς {⁸10}⁸
20 Φιλιτὶς
Ἐπικλεῦς {⁸10}⁸
Φανὼ Κράτητος {⁸10}⁸
Κλυμένη
Θρασυάνδρου {⁸10}⁸
25 Φιλιτὶς
[Θρασ]υ̣άν̣δ̣ρο̣υ̣ {⁸10}⁸
[— — — — — — —]
frg. b.col. I [— — — — — — — —]
Φιλ[— — — — — —]
Φιλιὰς Ἀρχον[— —]
    vacat
3      νόθαι
Ἑκαταία Ἑκατοδώρου {⁸10}⁸
5 Ζωπυρὶς Ἁγέα   {⁸10}⁸
Γλαυκιὰς Ἑρμώνακτος {⁸10}⁸
Ζωπυρὶς Δορκύλου {⁸10}⁸
vacat ad marginem inferiorem
col. II [— — — — — — — — —]
3   μέτο̣[ικοι]
Θευγενὶς Μόσχου {⁸20}⁸
5 Θευδοσίη Θευδώρου {⁸20}⁸
Φιλιτὶς Ἡροδότου {⁸20}⁸
Νικάτιον
Δαμοστράτου {⁸15}⁸
Ἀθηναῒς Φιλίππου {⁸10}⁸
10 Ἀθηναῒς Ξενοκρίτου {⁸10}⁸
Φιλουμένη Διονυσίου {⁸10}⁸
Φιλουμένη Ἀριστοβούλου {⁸10}⁸
Σωπάτρα Σωπάτρου {⁸10}⁸
Θεμίστιον Θεμίσωνος {⁸10}⁸
15 Ἀρχίκλεια Νίκωνος {⁸10}⁸
[— — —]Λ̣Ι̣Ι̣Ι̣Ρ̣Ι̣Ο̣Υ̣[— —]
[— — — — — — — — —]
Search Help
Contact Us