1 | [ἀγαθᾶι τύχαι. τ]άδε ἀπήνεγκ[αν τοὶ ἄ]ν̣[δρες τοὶ] |
[αἱρεθέντες σ]υγγράψαι καθ[ότι] δεῖ π̣[ερὶ τᾶς] | |
[ἱερωσύνας τᾶ]ς τῶν Κυρβάνθων, Ἀλθ[αιμένης] | |
[Ἀνδροσθένευ]ς̣, Χαρίκλειτος Ὀνασικλ[εῦς. ὁ πριά]- | |
5 | [μενος τὰς ἱερω]σύνας ἔστω ὑγιὴς καὶ ὁ[λόκλαρος] |
[καὶ μὴ νεώτερος ἐ]τέων εἴκοσιν· ἱεράσθω δὲ [διὰ βίου] | |
[καὶ ἔστω ἀτελ]ὴς στρατείας ὑπερορίου, κα[θὰ καὶ] | |
[τᾶν ἄλλαν λ]ειτουργιᾶν πασᾶν χωρὶ τριηρ̣[αρχίας]· | |
[σπενδέτω δ’ ἐ]ν̣ τοῖς χορικοῖς ἀγῶσι καὶ καθήσθ[ω ἐμ] | |
10 | [προεδρίαι καθὰ κα]ὶ τοὶ ἄλλοι ἱερεῖς. v γέρη δὲ λαμ̣[βανέ]- |
[τω τοῦ μὲν θυο]μένου ἱερείου ἐπὶ τᾶι τελετᾶι [․․․] | |
[— — — — — — — —]ς θαλείοις δέρμα καὶ σκέλο[ς ․․․] | |
[— — — — — — — — —] ἡμίεκτον, κυάμων ἡμ̣ίε̣[κτον], | |
[ἐπιτιθέτω δὲ ἐπὶ τὰν τράπ]εζαν κατὰ τὸν ἱερ[ὸν νό]- | |
15 | [μον τὰ ἱερὰ ὁ ἱερεύς, τὸ δ’ ἐπιτιθέμε]νον ἐπὶ τὰν [τρά]- |
[πεζαν — — — — — — — — — — — — — — — — — — —] |
Iscr. di Cos
ED 177