[ ] Kos Isl. — Kos — early 2nd c. BC — cf. BE (1995) 448 — cf. REG 108 (1995) 576-585 — Chiron 31 (2001) 245, 6 (ll. 70-90) [SEG 51.1062]
See also:
face A,front.1 ἀγαθᾶι τύχαι. τάδε διέγραψαν τοὶ αἱρεθέντες ὑπὲρ
τᾶς ἱερωσύνας τοῦ Ἑρμᾶ τοῦ Ἐναγωνίου, Ἵππαρχος
Νικολόχου, Ἀνδροσθένης Ἀλθαιμένευς, Χαρίδαμος Διο-
φάντου. ὁ πριάμενος τὰν ἱερωσύναν τοῦ Ἑρμᾶ τοῦ Ἐνα-
5 γωνίου ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ ἱερώσθω ἐπὶ βίου. ὁ πρι-
άμενος τὰν ἱερατείαν ἀτελὴς ἔστω στρατείας ὑπερορί-
ου, ἱπποτροφίας, τριηραρχίας, χοραγιᾶν, λαμπαδαρχίας,
καὶ τᾶν ἄλλαν λειτουργιᾶν πασᾶν· σπενδέτω δὲ καὶ ἐν
τοῖς ἀγῶσιν, καὶ ἐμ προεδρίαι καθήσθω καθὰ καὶ τοὶ ἄλλοι ἱε-
10 ρεῖς. ἐπιτιθέτω δὲ καὶ τὰ ἱερὰ ἐπὶ τὸμ βωμὸν πᾶσι τοῖς θύ-
ουσι ὁ ἱερεύς· γέρη δὲ λαμβανέτω τῶν θυομένων τῶι
Ἑρμᾶι τῶι Ἐναγωνίωι δέρμα καὶ σκέλος. ὁ μόναρχος ὁ γε-
νόμενος μετὰ Μενοίτιον καὶ τοὶ ἱεροποιοὶ καὶ τοὶ ἄλλοι τοὶ
ἀεὶ γενόμενοι ἀπὸ τοῦ ἀργυρίου τοῦ διατεταγμένου
15 αὐτοῖς ἐς τὰς κατὰ μῆνα θυσίας θυόντω ἐμ μὲν τοῖς ἄλ-
λοις μησὶ τετράδι ἱσταμένου, τοῦ δὲ Ὑακινθίου τᾶι δευτέ-
ραι καὶ τοῦ Ἀλσείου τᾶι δεκάται, ἑκάστου μηνὸς ὄϊν ἄρσε-
να μὴ ἐλάσσονος ἄξιον δραχμᾶν {⁸30}⁸ {⁴ΔΔΑ(?)}⁴· ὁ ἱερεὺς ἐπὶ πᾶ-
σαν τὰν θυσίαν ἃν θύει τῶι Ἑρμαιεῖ ὁ μόναρχος καὶ τοὶ ἱερο-
20 ποιοὶ συμπομπευέτω. ὁ ἀγωνοθέτας θυέτω καθὰ καὶ πρότε-
ρον ἐν ταῖς τρισὶ προλαμπάσι ταῖς πράταις, Δαλίου δεκά-
ται, ἑκκαιδεκάται, ἱκάδι, ἐν ἑκάσται προλαμπάδι ἱερεῖον
τέλευν μὴ ἐλάσσονος ἄξιον τοῦ γεγραμμένου ἐν τῶι νό-
μωι δραχμᾶν {⁸20}⁸· θυέτω δὲ καὶ ἐν τᾶι λαμπάδι τοῦ μη-
25 νὸς τοῦ Ἀλσείου τᾶι δεκάται ἱερεῖον ποτὶ τὸ αὐτὸ πλῆ-
θος τοῦ ἐκκειμένου ἀργυρίου, καθὰ καὶ πρότερον. τοὶ λαμ-
πάδαρχοι θυόντω τῶι Ἑρμᾶι ταῖς τρισὶ προλαμπάσι ἕκται ἀπι-
όντος Δαλίου, καὶ νευμηνίαι Ἀλσείου, ἕκται ἱσταμένου, ἕκασ-
τος ἐν ἑκάσται προλαμπάδι ἱερεῖον τέλευν μὴ ἐλάσσο-
30 νος ἄξιον δραχμᾶν {⁸20}⁸· θυόντω δὲ καὶ τᾶι τετράδι τοῦ
Ἀλσείου πρὸ τοῦ τὰν ἔριν τᾶς λαμπάδος γίνεσθαι καὶ τᾶι δεκά-
ται ἐπὶ τᾶι λαμπάδι, ἐν ἑκατέραι ἁμέραι ἕκαστος τῶν λαμπα-
δάρχων ἱερεῖον μὴ ἐλάσσονος ἄξιον δραχμᾶν {⁸40}⁸. τῶν
λαμπαδάρχων ὁ νικάσας εὐεξίαι ἢ δρόμωι θυέτω ἀπὸ τοῦ νικα-
35 τηρίου τοῦ ἐκκειμένου ἐν τῶι νόμωι τῶι Ἑρμᾶι ὑπὲρ ἑκατέ-
ρας νίκας κατὰ τὰν αὔριον τᾶς λαμπάδος ἱερεῖον τέ-
λευν ἀπὸ δραχμᾶν {⁸30}⁸. ὁ γυμνασίαρχος ὅς κα ἄρχηι
μετὰ μόναρχον Μενοίτιον καὶ τοὶ ἄλλοι τοὶ ἀεὶ γινόμε-
νοι ἀπὸ τοῦ ἀργυρίου τοῦ διδομένου αὐτοῖς ἐς τὰς διατοξεύ-
40 σεις καὶ διακοντισίας θυόντω τᾶς μὲν χειμερινᾶς ἑξαμήνου
Θευδαισίου, Καφισίου, Γεραστίου, τᾶς δὲ θερινᾶς Ἀγριανίου, Πανά-
μου, Ἀλσείου, ἑκάστου μηνὸς ἱερεῖον μὴ ἐλάσσονος ἄξιον
δραχμᾶν {⁸25}⁸. θυόντω δὲ καὶ ἀπὸ τοῦ διδομένου αὐτοῖς εἰς τὰς
διαδρομὰς τοῦ Ἀρταμιτίου καὶ τοῦ Ἀγριανίου ἐν ἑκατέρωι μηνὶ ἱε-
45 ρεῖον μὴ ἐλάσσονος ἄξιον δραχμᾶν {⁸10}⁸. θυόντω δὲ καὶ τοῦ μηνὸς
τοῦ Ἀλσείου τᾶι δεκάται καθὰ καὶ πρότερον ἱερεῖον μὴ ἐλάσσονος
ἄξιον τοῦ ἐν τῶι νόμωι γεγραμμένου δραχμᾶν {⁸20}⁸. ὁ παιδο-
νόμος ὅς κα ἄρχηι μετὰ μόναρχον Μενοίτιον καὶ τοὶ ἀεὶ γινό-
μενοι θυόντω τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι δευτέραι τῶι Ἑρ-
50 μᾶι ἱερεῖον τέλευν ἀπὸ δραχμᾶν {⁸20}⁸. τοὶ δὲ ταμίαι διδόν-
τω αὐτῶι τὸ τεταγμένον. τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι
δευτέραι μετὰ τὸ συντελεσθῆμεν τὸν μακρὸν δρόμον γίνεσ-
θαι λαμπάδα παίδων πρὶν ἢ τὰς πομπὰς ἀποστέλλεσθαι· ὁ δὲ παι-
δονόμος μετὰ τοῦ ἱερέως τοῦ Ἑρμᾶ καὶ τοῦ ἀγωνοθέτα καταλε-
55 ξάτω παῖδας ἐκ τῶν παραβαλλόντων ἐς τὰς παλαίστρας, τὸν
ἴσον ἀριθμὸν ὃς καὶ ἐπὶ τῶν τρεχόντων τᾶι δεκάται τοῦ Ἀλσείου
τῶι νόμωι γέγραπται· ἀλειφέσθων δὲ ἐπεί κα μέλλοντι τρέχεν
ἀπὸ τοῦ ἐλαίου τοῦ ἐκτιθεμένου ὑπὸ τοῦ γυμνασιάρχου· τοῦ
δὲ ἱερείου οὗ θύει ὁ παιδονόμος τᾶι δευτέραι τοῦ Ὑακινθίου τῶι
60 Ἑρμᾶι τὰ μὲν ἄλλα κρέα διανειμάτω τοῖς δραμοῦσι τὰν
λαμπάδα, τὸ δὲ εὐώνυμον σκέλος διδότω ἆθλον τῶι νικάσαν-
τι τὰμ πράταν· αἰ δέ κά τινες ἐρίζωντι ὑπὲρ τᾶς πράτας
γίνεσθαι καὶ ἐπὶ τούτων τὰν διαδρομὰν κατὰ ταὐτὰ καθὰ καὶ ἐπὶ
τῶν τᾶι τετράδι τοῦ Ἀλσείου ἐριζόντων ἐν τῶι νόμωι γέγραπται.
65 ὁ παιδονόμος τᾶι δεκάται τοῦ Ἀλσείου θυέτω ἐν τᾶι λαμπάδι ἱε-
ρεῖον τῶι Ἑρμᾶι καθὰ ἐν τῶι νόμωι γέγραπται μὴ ἐλάσσονος
ἄξιον δραχμᾶν {⁸30}⁸· κατὰ τὰ αὐτὰ δὲ θυέτω καὶ τὸ ἕτερον
ἱερεῖον ὃ γέγραπται ἐν τῶι νόμωι· ἆθλον διδόσθαι τοῖς νικῶ-
σι ἀπὸ τοῦ ἐκκειμένου ἀργυρίου δραχμᾶν {⁸30}⁸. τοὶ στρα-
70 ταγοὶ ἀπὸ τοῦ ἀργυρίου τοῦ διδομένου αὐτοῖς ἐς τὰς δια̣-
τοξείας τῶν βαλλόντων τῶι καταπάλται θυόντω τῶι
Ἑρμᾶι τοῦ μηνὸς τοῦ Ἀρταμιτίου καὶ τοῦ Πανάμου κ̣α̣ὶ Καρνε̣[ί]-
ου καὶ Καφισίου, ἐν ἑκάστωι μηνὶ τῶν γεγραμμένων ἱερεῖον μὴ
ἐλάσσονος ἄξιον δραχμᾶν {⁸40}⁸· ὅσοι κα νικάσωντι στε-
75 φανίταν ἀγῶνα, θυόντω τῶι Ἑρμᾶι τῶι Ἐναγωνίωι ἱερεῖον μὴ ἐ-
λάσσονος ἄξιον δραχμᾶν {⁸40}⁸· ἐπεί κα τὰν ἀ{να}ναγόρευ-
σιμ {²⁶ἀναγόρευσιμ}²⁶ ποιῶνται τοὶ προστάται τῶν νικώντων τὸς στεφανίτας ἀ-
γῶνας, τὸν στέφανον ἐπιτιθέτω τῶι νικῶντι ὑπὲρ τᾶς πόλιος
ὁ ἱερεὺς τοῦ Ἑρμᾶ. v τοὶ παιδοτρίβαι τοὶ ὑπὸ τᾶς βουλᾶς δοκι-
80 μ̣ασθέντες θυόντω τῶι Ἑρμᾶι τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι
δευτέραι τοὶ πάντες ἱερεῖον μὴ ἐλάσσονος ἄξιο<ν> δρα-
χμᾶν {⁸30}⁸. τὰ πίπτοντα ἀπὸ μηνὸς Βαδρομίου τοῦ ἐπὶ Με-
[ν]ο̣ι̣τ̣ί̣ου [τὰ ἐξ] ἀστυνόμων καὶ τὰ ἐξ ἀγορανόμων χῶρι τῶν
[․․8-10․․․ κ]αὶ ἐμπορι̣κ̣ῶν παραβολίων καὶ ἐπιδεκάτων τῶ̣[ν]
85 [․․․10-12․․․]α ἦμεν ἱερὰ τοῦ Ἑρμᾶ. v τοὶ ἐργωνήσαντε[ς]
[παρὰ ․․6-8․․]ητᾶν ἢ ἐπιστατᾶν ἀπό τε {καὶ} τοῦ Βαδρο[μίου]
[τοῦ ἐπὶ Μενο]ι̣τίου ἀπαρχέσθων ἀπὸ παντὸς τοῦ [․c.5․]
[․․․․․13-17․․․․․]αν τῶι Ἑρμαῖ, καὶ ὧμ μέν κα τοὶ ταμ̣[ίαι]
[․․․․․14-18․․․․․․]αι ἔργων, ὑπολογεύντω αὐτοῖ̣[ς ․c.6․․]
90 [․․․․․․15-20․․․․․․․] ἀπὸ τᾶς π̣ράτας δόσιος ΤΟ̣[— — — —]
                                                 vacat
face B,back.1            {²exemplar lateris B deest
Search Help