[ ]
Kos Isl. — Kos — early 2nd c. BC — cf. BE (1995) 448 — cf. REG 108 (1995) 576-585 — Chiron 31 (2001) 245, 6 (ll. 70-90) [SEG 51.1062]
See also:
face A,front.1 | ἀγαθᾶι τύχαι. τάδε διέγραψαν τοὶ αἱρεθέντες ὑπὲρ |
τᾶς ἱερωσύνας τοῦ Ἑρμᾶ τοῦ Ἐναγωνίου, Ἵππαρχος | |
Νικολόχου, Ἀνδροσθένης Ἀλθαιμένευς, Χαρίδαμος Διο- | |
φάντου. ὁ πριάμενος τὰν ἱερωσύναν τοῦ Ἑρμᾶ τοῦ Ἐνα- | |
5 | γωνίου ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ ἱερώσθω ἐπὶ βίου. ὁ πρι- |
άμενος τὰν ἱερατείαν ἀτελὴς ἔστω στρατείας ὑπερορί- | |
ου, ἱπποτροφίας, τριηραρχίας, χοραγιᾶν, λαμπαδαρχίας, | |
καὶ τᾶν ἄλλαν λειτουργιᾶν πασᾶν· σπενδέτω δὲ καὶ ἐν | |
τοῖς ἀγῶσιν, καὶ ἐμ προεδρίαι καθήσθω καθὰ καὶ τοὶ ἄλλοι ἱε- | |
10 | ρεῖς. ἐπιτιθέτω δὲ καὶ τὰ ἱερὰ ἐπὶ τὸμ βωμὸν πᾶσι τοῖς θύ- |
ουσι ὁ ἱερεύς· γέρη δὲ λαμβανέτω τῶν θυομένων τῶι | |
Ἑρμᾶι τῶι Ἐναγωνίωι δέρμα καὶ σκέλος. ὁ μόναρχος ὁ γε- | |
νόμενος μετὰ Μενοίτιον καὶ τοὶ ἱεροποιοὶ καὶ τοὶ ἄλλοι τοὶ | |
ἀεὶ γενόμενοι ἀπὸ τοῦ ἀργυρίου τοῦ διατεταγμένου | |
15 | αὐτοῖς ἐς τὰς κατὰ μῆνα θυσίας θυόντω ἐμ μὲν τοῖς ἄλ- |
λοις μησὶ τετράδι ἱσταμένου, τοῦ δὲ Ὑακινθίου τᾶι δευτέ- | |
ραι καὶ τοῦ Ἀλσείου τᾶι δεκάται, ἑκάστου μηνὸς ὄϊν ἄρσε- | |
να μὴ ἐλάσσονος ἄξιον δραχμᾶν {⁸30}⁸ {⁴ΔΔΑ(?)}⁴· ὁ ἱερεὺς ἐπὶ πᾶ- | |
σαν τὰν θυσίαν ἃν θύει τῶι Ἑρμαιεῖ ὁ μόναρχος καὶ τοὶ ἱερο- | |
20 | ποιοὶ συμπομπευέτω. ὁ ἀγωνοθέτας θυέτω καθὰ καὶ πρότε- |
ρον ἐν ταῖς τρισὶ προλαμπάσι ταῖς πράταις, Δαλίου δεκά- | |
ται, ἑκκαιδεκάται, ἱκάδι, ἐν ἑκάσται προλαμπάδι ἱερεῖον | |
τέλευν μὴ ἐλάσσονος ἄξιον τοῦ γεγραμμένου ἐν τῶι νό- | |
μωι δραχμᾶν {⁸20}⁸· θυέτω δὲ καὶ ἐν τᾶι λαμπάδι τοῦ μη- | |
25 | νὸς τοῦ Ἀλσείου τᾶι δεκάται ἱερεῖον ποτὶ τὸ αὐτὸ πλῆ- |
θος τοῦ ἐκκειμένου ἀργυρίου, καθὰ καὶ πρότερον. τοὶ λαμ- | |
πάδαρχοι θυόντω τῶι Ἑρμᾶι ταῖς τρισὶ προλαμπάσι ἕκται ἀπι- | |
όντος Δαλίου, καὶ νευμηνίαι Ἀλσείου, ἕκται ἱσταμένου, ἕκασ- | |
τος ἐν ἑκάσται προλαμπάδι ἱερεῖον τέλευν μὴ ἐλάσσο- | |
30 | νος ἄξιον δραχμᾶν {⁸20}⁸· θυόντω δὲ καὶ τᾶι τετράδι τοῦ |
Ἀλσείου πρὸ τοῦ τὰν ἔριν τᾶς λαμπάδος γίνεσθαι καὶ τᾶι δεκά- | |
ται ἐπὶ τᾶι λαμπάδι, ἐν ἑκατέραι ἁμέραι ἕκαστος τῶν λαμπα- | |
δάρχων ἱερεῖον μὴ ἐλάσσονος ἄξιον δραχμᾶν {⁸40}⁸. τῶν | |
λαμπαδάρχων ὁ νικάσας εὐεξίαι ἢ δρόμωι θυέτω ἀπὸ τοῦ νικα- | |
35 | τηρίου τοῦ ἐκκειμένου ἐν τῶι νόμωι τῶι Ἑρμᾶι ὑπὲρ ἑκατέ- |
ρας νίκας κατὰ τὰν αὔριον τᾶς λαμπάδος ἱερεῖον τέ- | |
λευν ἀπὸ δραχμᾶν {⁸30}⁸. ὁ γυμνασίαρχος ὅς κα ἄρχηι | |
μετὰ μόναρχον Μενοίτιον καὶ τοὶ ἄλλοι τοὶ ἀεὶ γινόμε- | |
νοι ἀπὸ τοῦ ἀργυρίου τοῦ διδομένου αὐτοῖς ἐς τὰς διατοξεύ- | |
40 | σεις καὶ διακοντισίας θυόντω τᾶς μὲν χειμερινᾶς ἑξαμήνου |
Θευδαισίου, Καφισίου, Γεραστίου, τᾶς δὲ θερινᾶς Ἀγριανίου, Πανά- | |
μου, Ἀλσείου, ἑκάστου μηνὸς ἱερεῖον μὴ ἐλάσσονος ἄξιον | |
δραχμᾶν {⁸25}⁸. θυόντω δὲ καὶ ἀπὸ τοῦ διδομένου αὐτοῖς εἰς τὰς | |
διαδρομὰς τοῦ Ἀρταμιτίου καὶ τοῦ Ἀγριανίου ἐν ἑκατέρωι μηνὶ ἱε- | |
45 | ρεῖον μὴ ἐλάσσονος ἄξιον δραχμᾶν {⁸10}⁸. θυόντω δὲ καὶ τοῦ μηνὸς |
τοῦ Ἀλσείου τᾶι δεκάται καθὰ καὶ πρότερον ἱερεῖον μὴ ἐλάσσονος | |
ἄξιον τοῦ ἐν τῶι νόμωι γεγραμμένου δραχμᾶν {⁸20}⁸. ὁ παιδο- | |
νόμος ὅς κα ἄρχηι μετὰ μόναρχον Μενοίτιον καὶ τοὶ ἀεὶ γινό- | |
μενοι θυόντω τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι δευτέραι τῶι Ἑρ- | |
50 | μᾶι ἱερεῖον τέλευν ἀπὸ δραχμᾶν {⁸20}⁸. τοὶ δὲ ταμίαι διδόν- |
τω αὐτῶι τὸ τεταγμένον. τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι | |
δευτέραι μετὰ τὸ συντελεσθῆμεν τὸν μακρὸν δρόμον γίνεσ- | |
θαι λαμπάδα παίδων πρὶν ἢ τὰς πομπὰς ἀποστέλλεσθαι· ὁ δὲ παι- | |
δονόμος μετὰ τοῦ ἱερέως τοῦ Ἑρμᾶ καὶ τοῦ ἀγωνοθέτα καταλε- | |
55 | ξάτω παῖδας ἐκ τῶν παραβαλλόντων ἐς τὰς παλαίστρας, τὸν |
ἴσον ἀριθμὸν ὃς καὶ ἐπὶ τῶν τρεχόντων τᾶι δεκάται τοῦ Ἀλσείου | |
τῶι νόμωι γέγραπται· ἀλειφέσθων δὲ ἐπεί κα μέλλοντι τρέχεν | |
ἀπὸ τοῦ ἐλαίου τοῦ ἐκτιθεμένου ὑπὸ τοῦ γυμνασιάρχου· τοῦ | |
δὲ ἱερείου οὗ θύει ὁ παιδονόμος τᾶι δευτέραι τοῦ Ὑακινθίου τῶι | |
60 | Ἑρμᾶι τὰ μὲν ἄλλα κρέα διανειμάτω τοῖς δραμοῦσι τὰν |
λαμπάδα, τὸ δὲ εὐώνυμον σκέλος διδότω ἆθλον τῶι νικάσαν- | |
τι τὰμ πράταν· αἰ δέ κά τινες ἐρίζωντι ὑπὲρ τᾶς πράτας | |
γίνεσθαι καὶ ἐπὶ τούτων τὰν διαδρομὰν κατὰ ταὐτὰ καθὰ καὶ ἐπὶ | |
τῶν τᾶι τετράδι τοῦ Ἀλσείου ἐριζόντων ἐν τῶι νόμωι γέγραπται. | |
65 | ὁ παιδονόμος τᾶι δεκάται τοῦ Ἀλσείου θυέτω ἐν τᾶι λαμπάδι ἱε- |
ρεῖον τῶι Ἑρμᾶι καθὰ ἐν τῶι νόμωι γέγραπται μὴ ἐλάσσονος | |
ἄξιον δραχμᾶν {⁸30}⁸· κατὰ τὰ αὐτὰ δὲ θυέτω καὶ τὸ ἕτερον | |
ἱερεῖον ὃ γέγραπται ἐν τῶι νόμωι· ἆθλον διδόσθαι τοῖς νικῶ- | |
σι ἀπὸ τοῦ ἐκκειμένου ἀργυρίου δραχμᾶν {⁸30}⁸. τοὶ στρα- | |
70 | ταγοὶ ἀπὸ τοῦ ἀργυρίου τοῦ διδομένου αὐτοῖς ἐς τὰς δια̣- |
τοξείας τῶν βαλλόντων τῶι καταπάλται θυόντω τῶι | |
Ἑρμᾶι τοῦ μηνὸς τοῦ Ἀρταμιτίου καὶ τοῦ Πανάμου κ̣α̣ὶ Καρνε̣[ί]- | |
ου καὶ Καφισίου, ἐν ἑκάστωι μηνὶ τῶν γεγραμμένων ἱερεῖον μὴ | |
ἐλάσσονος ἄξιον δραχμᾶν {⁸40}⁸· ὅσοι κα νικάσωντι στε- | |
75 | φανίταν ἀγῶνα, θυόντω τῶι Ἑρμᾶι τῶι Ἐναγωνίωι ἱερεῖον μὴ ἐ- |
λάσσονος ἄξιον δραχμᾶν {⁸40}⁸· ἐπεί κα τὰν ἀ{να}ναγόρευ- | |
σιμ {²⁶ἀναγόρευσιμ}²⁶ ποιῶνται τοὶ προστάται τῶν νικώντων τὸς στεφανίτας ἀ- | |
γῶνας, τὸν στέφανον ἐπιτιθέτω τῶι νικῶντι ὑπὲρ τᾶς πόλιος | |
ὁ ἱερεὺς τοῦ Ἑρμᾶ. v τοὶ παιδοτρίβαι τοὶ ὑπὸ τᾶς βουλᾶς δοκι- | |
80 | μ̣ασθέντες θυόντω τῶι Ἑρμᾶι τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι |
δευτέραι τοὶ πάντες ἱερεῖον μὴ ἐλάσσονος ἄξιο<ν> δρα- | |
χμᾶν {⁸30}⁸. τὰ πίπτοντα ἀπὸ μηνὸς Βαδρομίου τοῦ ἐπὶ Με- | |
[ν]ο̣ι̣τ̣ί̣ου [τὰ ἐξ] ἀστυνόμων καὶ τὰ ἐξ ἀγορανόμων χῶρι τῶν | |
[․․8-10․․․ κ]αὶ ἐμπορι̣κ̣ῶν παραβολίων καὶ ἐπιδεκάτων τῶ̣[ν] | |
85 | [․․․10-12․․․]α ἦμεν ἱερὰ τοῦ Ἑρμᾶ. v τοὶ ἐργωνήσαντε[ς] |
[παρὰ ․․6-8․․]ητᾶν ἢ ἐπιστατᾶν ἀπό τε {καὶ} τοῦ Βαδρο[μίου] | |
[τοῦ ἐπὶ Μενο]ι̣τίου ἀπαρχέσθων ἀπὸ παντὸς τοῦ [․c.5․] | |
[․․․․․13-17․․․․․]αν τῶι Ἑρμαῖ, καὶ ὧμ μέν κα τοὶ ταμ̣[ίαι] | |
[․․․․․14-18․․․․․․]αι ἔργων, ὑπολογεύντω αὐτοῖ̣[ς ․c.6․․] | |
90 | [․․․․․․15-20․․․․․․․] ἀπὸ τᾶς π̣ράτας δόσιος ΤΟ̣[— — — —] |
vacat | |
face B,back.1 | {²exemplar lateris B deest}² |