[ ] Kos Isl. — Kos — ca. 300-250 BC — Iscr. di Cos ED 136 — PdP 38 (1983) 62-63 (R. Herzog)
1 [ἐπειδὴ Καφισοφῶν Φιλίππου, διατρίβων παρὰ βασιλεῖ Πτολεμαίωι],
[ἀεί τινος ἀγαθοῦ κ]ο[ινᾶι τε καὶ ἰδίαι πᾶ]σιν
[γέγονε τ]ᾶι πατρίδι παρα[ίτιος, καιρὸν] οὐδένα
[παραλεί]πων εἰς τὸ μηδενὸ[ς τῶν χρη]σίμων
5 [καθυ]στερεῖν τὰμ πόλιν, ὑπὲρ ὧγ καὶ βασιλεὺς
[Πτο]λεμαῖος ἔγραψε ὑπὲρ αὐτοῦ ἐν ἐπιστολᾶι
[ἃ]ν ἔπεμψε ποτὶ τὸν δᾶμον ὑπὲρ τᾶς θυσία[ς]
ἇς ἐξαπέσταλκε τῶι τε Ἀσκλαπιῶι καὶ
τοῖς ἄλλοις θεοῖς ἀπάγοντα Καφισοφῶντα
10 μετὰ τῶν συνθεώρων, ἐμφανίζων [α]ὐτὸν ἄξιο[ν]
ἦμεν τᾶς ἀποστολᾶς διά τε τὰν δόξαν καὶ
τὰν πρ̣ο[κο]π̣[ὰν ἐν τᾶι τέχ]ν̣αι τᾶι πατρία̣ι̣, ὄν̣[τα]
[— — — — — — — — — — — — — — — — — — — —]
Search Help