[ ]
Kos Isl. — Kos — ca. 300-250 BC — Iscr. di Cos ED 136 — PdP 38 (1983) 62-63 (R. Herzog)
See also:
1 | [ἐπειδὴ Καφισοφῶν Φιλίππου, διατρίβων παρὰ βασιλεῖ Πτολεμαίωι], |
[ἀεί τινος ἀγαθοῦ κ]ο[ινᾶι τε καὶ ἰδίαι πᾶ]σιν | |
[γέγονε τ]ᾶι πατρίδι παρα[ίτιος, καιρὸν] οὐδένα | |
[παραλεί]πων εἰς τὸ μηδενὸ[ς τῶν χρη]σίμων | |
5 | [καθυ]στερεῖν τὰμ πόλιν, ὑπὲρ ὧγ καὶ βασιλεὺς |
[Πτο]λεμαῖος ἔγραψε ὑπὲρ αὐτοῦ ἐν ἐπιστολᾶι | |
[ἃ]ν ἔπεμψε ποτὶ τὸν δᾶμον ὑπὲρ τᾶς θυσία[ς] | |
ἇς ἐξαπέσταλκε τῶι τε Ἀσκλαπιῶι καὶ | |
τοῖς ἄλλοις θεοῖς ἀπάγοντα Καφισοφῶντα | |
10 | μετὰ τῶν συνθεώρων, ἐμφανίζων [α]ὐτὸν ἄξιο[ν] |
ἦμεν τᾶς ἀποστολᾶς διά τε τὰν δόξαν καὶ | |
τὰν πρ̣ο[κο]π̣[ὰν ἐν τᾶι τέχ]ν̣αι τᾶι πατρία̣ι̣, ὄν̣[τα] | |
[— — — — — — — — — — — — — — — — — — — —] |