Iscr. di Cos ED 134
[ ] Kos Isl. — Kos — decree of Doric city (Rhodes?) — 3rd c. BC (after 241) — Paton-Hicks 14 — cf. SEG 50.759
[— — — — — — — — — — — — — — — — —]
1 [ὅπως δὲ καὶ ἐν Κῶι] ἀπ̣[αγγελ]θῶν̣[τι] ταὶ
[ἐψ]αφισμέναι τιμαί, ἑλέσθαι ἄγγελο[ν]
ὅστις πλεύσας ἐς Κῶ τό τε ψάφισμ[α]
ἀξεῖ καὶ̣ παρακαλεσεῖ Κώιους δόμ[εν]
5 ἀναγγελίαν τᾶι πόλει τοῦ στεφάνο[υ]
ἔν τε τῶι ἀγῶνι τῶν Διο[ν]υσίων
καὶ τῶμ μεγάλων Ἀσκ[λ]απιείων,
καὶ τόπον αἰτησῖται ὅπως ἀναγρα-
φῆι ἐς στάλαν καὶ τεθῆ[ι] ἐς τὸ ἱερὸν
10 τοῦ Ἀσκλαπιοῦ, ὅπως εἰδῶ[ν]τι Κῶιο[ι]
ὅτι ὁ δᾶμος τιμῆ τοὺς αὑτὸν εὐε[ρ]-
γετεῦντας· ἀναγράψαι δὲ καὶ αὐτᾶ̣
τὸ ψάφισμα ἐς στάλαν καὶ θέμεν
[ἐ]ς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ.
15 [ἄγ]γελος αἱρέθη·
[․․]ίστρατος Αἰνησίωνος.
Search Help