[ ] Kos Isl. — Asklepieion — decree of Halikarnassos — 3rd c. BC — Paton-Hicks 13 (= frg. b) + NSER 438 (= frg. a) — cf. RPh 13 (1939) 163-165 — cf. BE (1995) 448
See also:
frg. a.1 [ἐπὶ μονάρχου] Μακαρέως, Βαδρ[ομίου ἑκκαι]-
[δεκάται. ἔδοξε] τῆι βουλῆι καὶ τ[ῶι δήμωι],
[γνώμη πρυτάνεω]ν· ἐπειδὴ Ἑρμίας [Ἐμμενίδα]
[Κῶιος ἰατρὸς διατ]ελεῖ χρείας π[αρεχόμενος]
5 [κατὰ τὴν τέχν]ην, τῶν τε πολ[ιτῶν τοὺς πα]-
[ρεπιδημούν]τας ἐγ Κῷ καὶ π[εριπεσόντας]
[ἔν τισιν ἀρρω]στίαις ἐπιμ[έλειαν ἐμ παν]-
[τὶ καιρῶι πεπο]ηκεν, τοῖς τε [νοσήσασι καὶ]
[ἀπόροις οὖσιν] τῶν πολιτῶν [ἄνευ τιμῆς αὐ]-
10 [τεπάγγελτος τὰ]ς αὑτοῦ χρε[ίας παρέσχηκε]
[— — — — — — — — — — — — — — — — —]
frg. b [— — — — — — — — — — — — — — — εὐ]-
1 [ν]οίας τῆς εἰς τὸν δῆμον καὶ ἀναγγεῖλαι
[τ]ὸν στέφανον ἐν τῶι θεάτρωι ὅταν ἡ πόλις
πρῶτον ἄγηι χορικοὺς ἀγῶνας τῆι δεύτερον
ἡμέραι τῶν κυκλίων, τοὺς δὲ πρυτάνεις ἐφ’ ὧν
5 ἂν ὁ ἀγὼν συντελῆται ἐπιμεληθῆναι μετὰ
τοῦ ἀγωνοθέτου ὅπως ἂν ἡ ἀναγγελία γένη-
τ̣αι τοῦ στεφάνου ἐν τῶι θεάτρωι· ἀναγράψαι
δὲ τόδε τὸ ψήφισμα τοὺς ἐξεταστὰς τοὺς
[ἐ]πὶ Τιμοθέου εἰς στήλην λιθίνην, ἔγδοσιν
10 [π]οιησαμένους μετὰ τοῦ πωλητοῦ ἐμ μηνὶ
[Ἐ]λευθεριῶνι, καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ-
λωνος, ἑλέσθαι δὲ καὶ πρεσβευτήν, ὅστις ἀ-
[φ]ικόμενος εἰς Κῶ τόδε τὸ ψήφισμα ἀποδώσει,
[κ]αὶ παρακαλέσει αὐτοὺς ἐπιμέλειαν ποιήσα-
15 [σ]θαι ἵνα ἀναγγελῆι καὶ παρ’ αὐτοῖς ὁ στέφανος
[ἐ]ν τῶι θεάτρωι Διονυσίοις τοῖς πρώτοις καὶ
[τ]οῖς Ἀσκλαπιείοις <γ>ινομένοις κατὰ πανήγυ-
[ρι]ν, καὶ ὅπως ἂν τόπον ἀποδείξωσιν τῆι ἀναγρα-
[φ]ῆι τοῦ ψηφίσματος ἐν τῶι Ἀσκληπιείωι, ἵνα φα-
20 [νε]ρὰ πᾶσιν ἦι ἡ τοῦ δήμου εὐχαριστία. ψῆφοι ἐγέ-
[νο]ντο ἐν τῆι βουλῆι ἑκατόν, αἱ δ’ ἐν τῶι δήμωι τε-
[τρ]ακισχίλιαι. ἡιρέθη Σαμιάδης Μενεκράτου.
                                vacat
23 [ἔδ]οξεν τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστα-
[τᾶ]ν· περὶ ὧν Ἁλικαρνασσεῖς, φίλοι καὶ σύμμαχοι
25 [ὑπ]άρχοντες τοῦ δάμου, ψάφισμα καὶ πρεσβευ-
[τὰ]ν ἀποστείλαντες Σαμιάδην Μενεκράτου
[ἀξ]ιοῦντι δόμεν αὐτοῖς ἀναγόρευσιν καὶ ἀνα-
[γρα]φὰν στεφάνωι ὧι τετιμάκαντι Ἑρμίαν Ἐμμε-
[νίδα], δεδόχθαι ἀποκρίνασθαι αὐτοῖς ὅτι ὁ δᾶ-
30 [μος πρότ]ε̣ρ̣όν̣ τ̣ε̣ πάντα τὰ δυνατὰ καὶ καλῶς
[ἔχ]οντα πράσσων διετέλει, καὶ νῦ̣ν̣ τ̣ὰ̣ν αὐτὰν
[αἵρ]εσιν ἔχων δίδωτι αὐτοῖς τὰν ἀναγ[όρ]ευσιν
[το] στεφάνου καὶ τὰν ἀναγραφὰν καθ ἀξιοῦν-
[τι· τ]ὸν δὲ πρεσβευτὰν καλέσαι ἐπὶ ξένια εἰς
35 [τὸ] πρυτανεῖον.
Search Help
Contact Us