[ ]
Kos Isl. — Asklepieion — decree of Halikarnassos — 3rd c. BC — Paton-Hicks 13 (= frg. b) + NSER 438 (= frg. a) — cf. RPh 13 (1939) 163-165 — cf. BE (1995) 448
See also:
frg. a.1 | [ἐπὶ μονάρχου] Μακαρέως, Βαδρ[ομίου ἑκκαι]- |
[δεκάται. ἔδοξε] τῆι βουλῆι καὶ τ[ῶι δήμωι], | |
[γνώμη πρυτάνεω]ν· ἐπειδὴ Ἑρμίας [Ἐμμενίδα] | |
[Κῶιος ἰατρὸς διατ]ελεῖ χρείας π[αρεχόμενος] | |
5 | [κατὰ τὴν τέχν]ην, τῶν τε πολ[ιτῶν τοὺς πα]- |
[ρεπιδημούν]τας ἐγ Κῷ καὶ π[εριπεσόντας] | |
[ἔν τισιν ἀρρω]στίαις ἐπιμ[έλειαν ἐμ παν]- | |
[τὶ καιρῶι πεπο]ίηκεν, τοῖς τε [νοσήσασι καὶ] | |
[ἀπόροις οὖσιν] τῶν πολιτῶν [ἄνευ τιμῆς αὐ]- | |
10 | [τεπάγγελτος τὰ]ς αὑτοῦ χρε[ίας παρέσχηκε] |
[— — — — — — — — — — — — — — — — —] | |
frg. b | [— — — — — — — — — — — — — — — εὐ]- |
1 | [ν]οίας τῆς εἰς τὸν δῆμον καὶ ἀναγγεῖλαι |
[τ]ὸν στέφανον ἐν τῶι θεάτρωι ὅταν ἡ πόλις | |
πρῶτον ἄγηι χορικοὺς ἀγῶνας τῆι δεύτερον | |
ἡμέραι τῶν κυκλίων, τοὺς δὲ πρυτάνεις ἐφ’ ὧν | |
5 | ἂν ὁ ἀγὼν συντελῆται ἐπιμεληθῆναι μετὰ |
τοῦ ἀγωνοθέτου ὅπως ἂν ἡ ἀναγγελία γένη- | |
τ̣αι τοῦ στεφάνου ἐν τῶι θεάτρωι· ἀναγράψαι | |
δὲ τόδε τὸ ψήφισμα τοὺς ἐξεταστὰς τοὺς | |
[ἐ]πὶ Τιμοθέου εἰς στήλην λιθίνην, ἔγδοσιν | |
10 | [π]οιησαμένους μετὰ τοῦ πωλητοῦ ἐμ μηνὶ |
[Ἐ]λευθεριῶνι, καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ- | |
λωνος, ἑλέσθαι δὲ καὶ πρεσβευτήν, ὅστις ἀ- | |
[φ]ικόμενος εἰς Κῶ τόδε τὸ ψήφισμα ἀποδώσει, | |
[κ]αὶ παρακαλέσει αὐτοὺς ἐπιμέλειαν ποιήσα- | |
15 | [σ]θαι ἵνα ἀναγγελῆι καὶ παρ’ αὐτοῖς ὁ στέφανος |
[ἐ]ν τῶι θεάτρωι Διονυσίοις τοῖς πρώτοις καὶ | |
[τ]οῖς Ἀσκλαπιείοις <γ>ινομένοις κατὰ πανήγυ- | |
[ρι]ν, καὶ ὅπως ἂν τόπον ἀποδείξωσιν τῆι ἀναγρα- | |
[φ]ῆι τοῦ ψηφίσματος ἐν τῶι Ἀσκληπιείωι, ἵνα φα- | |
20 | [νε]ρὰ πᾶσιν ἦι ἡ τοῦ δήμου εὐχαριστία. ψῆφοι ἐγέ- |
[νο]ντο ἐν τῆι βουλῆι ἑκατόν, αἱ δ’ ἐν τῶι δήμωι τε- | |
[τρ]ακισχίλιαι. ἡιρέθη Σαμιάδης Μενεκράτου. | |
vacat | |
23 | [ἔδ]οξεν τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστα- |
[τᾶ]ν· περὶ ὧν Ἁλικαρνασσεῖς, φίλοι καὶ σύμμαχοι | |
25 | [ὑπ]άρχοντες τοῦ δάμου, ψάφισμα καὶ πρεσβευ- |
[τὰ]ν ἀποστείλαντες Σαμιάδην Μενεκράτου | |
[ἀξ]ιοῦντι δόμεν αὐτοῖς ἀναγόρευσιν καὶ ἀνα- | |
[γρα]φὰν στεφάνωι ὧι τετιμάκαντι Ἑρμίαν Ἐμμε- | |
[νίδα], δεδόχθαι ἀποκρίνασθαι αὐτοῖς ὅτι ὁ δᾶ- | |
30 | [μος πρότ]ε̣ρ̣όν̣ τ̣ε̣ πάντα τὰ δυνατὰ καὶ καλῶς |
[ἔχ]οντα πράσσων διετέλει, καὶ νῦ̣ν̣ τ̣ὰ̣ν αὐτὰν | |
[αἵρ]εσιν ἔχων δίδωτι αὐτοῖς τὰν ἀναγ[όρ]ευσιν | |
[το]ῦ στεφάνου καὶ τὰν ἀναγραφὰν καθ’ ἃ ἀξιοῦν- | |
[τι· τ]ὸν δὲ πρεσβευτὰν καλέσαι ἐπὶ ξένια εἰς | |
35 | [τὸ] πρυτανεῖον. |