[ ]
Kos Isl. — Kos — early 3rd c. BC — Paton-Hicks 16; OGIS 43 — Chiron 29 (1999) 257, 2 — SEG 49.1106
See also:
| frg. A | {²vestigia incerta litterarum}² |
| [— — — — — βασι]λέως Πτολεμαίου καὶ ΤΟ̣[․․․․] | |
| [․․․․c.13-15․․․․] ἠιτήσατο δικαστὰς καὶ διαλ[λα]- | |
| [κτὰς το]ὺς διακρινοῦντας περὶ τῶν ἀμφι[σ]- | |
| [βητουμέ]ν̣ων συμβολαίων, καὶ ἡ πόλις ἡ τῶν | |
| 5 | [Κώιων ἀπέ]στειλεν ἄνδρας καλοὺς κἀγαθούς, |
| [οἳ παραγεν]όμενοι πρὸς ἡμᾶς περί τε τῶν ἀπο- | |
| [γεγραμμέν]ων ἀμφισβητήσεων καὶ τῶν ἄλλων | |
| [τῶν ἐπιτρ]α[πέν]των αὐτοῖς ὑπὸ τῆς πόλεως | |
| [τοὺς μὲν π]λείστους τῶν διαφερομένων ἀνα- | |
| 10 | [καλεσάμ]ενοι πολλάκις ἐφ’ αὑτοὺς διέλυον συμφ[ε]- |
| [ρόντως], τοὺς δὲ διέκρινομ μετὰ πάσης δικαι- | |
| [οσύνης· πλεί]ονος δὲ αὐτοῖς τοῦ χρόνου γινομένου | |
| [διὰ τὸ πλῆθο]ς τῶν κρίσεων καὶ βουλομένων τῶν δ[ι]- | |
| [καστῶν πάλιν ἀναχωρῆ]σ̣αι πρὸς τὰ ἴδια, ὁ δῆμος | |
| 15 | [ὁ ἡμέτερος παρεκάλεσεν αὐ]τοὺς μετὰ Βάκχωνος |
| [τοῦ νησιάρχου(?) παρ’ ἡμῖν παρα]μείναντας καὶ τὰ λο[ι]- | |
| [πὰ τῶν ἐπιτραπέντων αὐτοῖ]ς ἐξαγαγόντας μέ- | |
| [χρι τέλους συμπαραγίγνε]σθαι Ναξ[ίο]ις· οἱ δὲ κα̣[ὶ] | |
| [ἐν τούτοις τῶι δήμωι χαρίζε]σθαι βουλόμενοι | |
| 20 | [πᾶσαν φιλοτιμίαν καὶ σπου]δὴν ἐποιήσαντ[ο] |
| [ὅπως — — — — — — — — — —]ΞΙΩ̣Ν̣․․․Ρ̣Τ̣․5-6․․ | |
| frg. B.1 | [— — — — — — — — — — — — — — — — —]Υ̣ΣΕΙΝΛ̣Ι |
| [— — — — — — ἐπὶ τὴν τῶν συμβολ]αίων οἰκονο- | |
| [μίαν καὶ τῆς πρὸς τὸμ βασιλέα Πτο]λεμαῖον φιλίας ἕ- | |
| [νεκεν καὶ εὐνοίας ἧς διατελεῖ] ἔ̣[χ]ο̣υσα καὶ στεφανῶ- | |
| 5 | [σαι αὐτὴν χρυσῶι στ]ε̣φ̣ά̣ν̣ωι τῶι ἐκ τοῦ νόμου φιλο- |
| [τιμίας ἕνεκεν κ]α̣ὶ̣ ε̣ὐ̣νοίας τῆς πρὸς τὸν δῆμον | |
| [τὸν Ναξίων· ἐπ]εὶ δὲ πάντα συντετέλεσται κατὰ τὰς | |
| [εὐχὰς τὰς πρ]ότερογ γενηθείσας ἀποδοῦναι τὰς | |
| [χάριτας τοῖς θ]ε̣οῖς ὅταν ἡ βουλὴ καὶ ὁ δῆμος ψηφίση- | |
| 10 | [ται καὶ θῦσα]ι τῶι Σωτῆρι Πτολεμαίωι ἱερεῖον τέλει- |
| [ον· ἐπαινέσαι] δὲ καὶ τοὺς δικαστὰς v Ξάνθιππον | |
| [τοῦ δεῖνος, Καλ(?)]λ̣ιππίδην Φωκίωνος, v Φίλιστον Ἀρεταφά- | |
| [νευς, v Να]σιώ̣τ̣αν Νασιώτα, v Δείναρχον Τιμαίθου καὶ | |
| [στεφαν]ῶ̣σα[ι] χρυσῶι στεφάνωι ἕκαστον αὐτῶν | |
| 15 | [τῶι ἐκ τ]ο̣ῦ νό̣μου καὶ ἀνειπεῖν τὸν στέφανον τὸγ |
| γ[ραμμα]τέα τ̣ῆ̣ς βουλῆς ἐν τῶι θεάτρωι Διονυσίων | |
| τῶ̣[ν μεγά]λων τ̣ρ̣α̣γ̣ω̣ιδοῖς ὅτι ὁ δῆμος ὁ Ναξίων | |
| στ[εφανο]ῖ̣ χρυσῶι στε[φά]νωι τόν τε δῆμον τὸγ Κώι- | |
| ων κ̣[αὶ το]ὺς δικαστὰς [τ]οὺς Κώιους ἀρετῆς ἕνε- | |
| 20 | κα κα̣[ὶ εὐ]ν̣οίας καὶ δικα[ιο]σ̣ύνης, ἀναγγέλλοντας |
| πατρ[όθε]ν̣ ἕ̣κ̣[α]στον αὐ̣[τῶ]ν̣· εἶναι δὲ αὐτοὺς καὶ π̣ρ̣ο̣- | |
| ξένου̣[ς καὶ εὐ]ε̣ρ̣γέτα̣ς̣ τ̣[οῦ] δ̣ήμου τοῦ Ν̣αξίων καὶ | |
| α̣ὐτοὺ[ς καὶ ἐκ]γόνους τοὺς τούτων· ὑπάρχειν δ’ αὐ̣- | |
| [τ]ο̣ῖς κα[ὶ πρὸς] τὴμ βουλὴν καὶ τὸν δῆμον πρόσοδον | |
| 25 | [πρ]ώ̣τοις [μετὰ] τὰ ἱερά· εἶναι δὲ αὐτοῖς ἐν σύλοις ἀσυ̣- |
| [λία]ν̣ κα[ὶ ἐμ πο]λ̣έμωι εἰρήνην καὶ προεδρίαν ἐν τοῖς | |
| [ἀγῶσι]ν̣ οἷ[ς ὁ δῆμο]ς τίθησι· ὑπὲρ δὲ πολιτείας ὅπως αὐ- | |
| [τοῖς δοθῆι, προγ]ραψάσθων οἱ στρατηγοὶ κατὰ τοὺς | |
| [νόμους ἐν τοῖς] χρόνοις τοῖς ἐκ τῶν νόμων· τοὺς δὲ | |
| 30 | [ταμίας τοὺς π]ε̣ρὶ Εὐφάνην καὶ Μνησέαν δοῦναι τοῖς |
| [δικασταῖς εἴς] τε τὸν στέφανον καὶ εἰς θυσίαν καὶ | |
| [εἰς ξένια καὶ εἰ]ς ἀπόστολον ἑκάστωι χιλίας δραχμάς· | |
| [ὅπως δὲ καὶ μν]ημονεύηται εἰς τὸν ἅπαντα χρόνον | |
| [ἥ τε τοῦ δήμο]υ̣ τοῦ Κώιων πρὸς τὸν δῆμον τὸν Ναξί- | |
| 35 | [ων εὔνοια καὶ ἡ τ]ῶν δικαστῶν ἀρετὴ καὶ δικαιοσύνη |
| [πρὸς τὴν πόλιν] τ̣ὴν Ναξίων, ἐπιμεληθῆναι τοὺς στρα- | |
| [τηγοὺς τοὺς π]ε̣ρὶ Διόννην καὶ τὸγ γραμματέα τῆς | |
| [βουλῆς ὅπως ἀν]α̣γραφῆι τόδε τὸ ψήφισμα εἰς στήλην | |
| [λιθίνην καὶ ἀνατεθῆ]ι̣ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ | |
| 40 | [Δηλίου, τὸ δὲ ἀργύριον εἰς τὴν ἀναγραφὴν] δό̣ν̣τ̣ων̣ |
| [οἱ ταμίαι(?) — — — — — — — — — — — — — — — —] |