Iscr. di Cos ED 89
[ ] Kos Isl. — Kos — 1st c. BC — NSER 441 — LSCG 163
See also:
1 [θυ]όντω δὲ καὶ τοὶ τὸς γάμος ἐν τῷ ἱερῷ π[οιεῦ]-
[ντ]ες ἱερεῖον τέλειον ἀπὸ (δρ.) λ· θυέτω δὲ καὶ
τῶν ἄλλων ὁ χρῄζων ἱερεῖον ὃ νομίζετ[αι ἐν]
[αἷ]ς ἁμέραις ὅσιόν ἐστι θύεν· ὁ ἱερεὺς ἐπὶ [τὰ]
5 [ἱε]ρ̣ὰ ἃ ποιεῖται ὁ δᾶμος τᾶι κ τοῦ Πεταγει[τν]-
[ύ]ου μηνὸς συμπομπευέτω μετὰ τοῦ μο-
[ν]άρχου καὶ τῶν ἱεροποιῶν καὶ τῶ<ν> νενικακότω-
ν̣ τὸς στεφανίτας ἀγῶνας, ἔχων καὶ κιτῶνα π-
[ορ]φύρεον καὶ δακτυλίος χρυσέος καὶ στέφ-
10 [ανο]ν θάλλινον· τὰν δὲ αὐτὰν ἐσθῆτα ἐχέτω
[ἐν τ]ῷ ἱερῷ καὶ ἐν ταῖς λοιπαῖς θυσίαις πάσαι-
[ς, λε]υχιμονίτω δὲ διὰ βίου, καὶ ἁγνευέσθω
[ὅσω]ν καὶ τοῖς λοιποῖς ἱερεῦσι ποτιτέτακται ἁ-
[γν]εύεσθαι. γέρη δὲ λαμβανέτω τῶν θυομέν-
15 [ων] βοὸς μὲν ἢ ὄϊος δέρμα καὶ σκέλος, τῶν δὲ
[ἄλ]λων σκέλος, ἐπιτιθέντω δὲ τοὶ θύοντες
[ἐπ]ὶ τὰν τράπεζαν τῶν ἱερῶν τᾶι θεῷ, ἐμβα[λ]-
[λ]όντω δὲ καὶ ἐς τὸν θησαυρὸν τῶν μὲν βοϊκ̣[ῶν]
[ἱ]ερείων ὑπὲρ ἑκάστου (δρ.) α, τῶν δὲ ἄλλων (ὀβολοὺς?) τ[ρεῖς]
20 [τ]οῦδε τὸ μὲν ἥμισον ἔστω τᾶς Νίκας, τὸ δὲ
{τ̣ὸ δὲ} ἥμισον τοῦ ἱερέως· ἀνοιγόντω δὲ τὸν θη-
[σ]αυρὸν τοὶ προστάται μετὰ τοῦ ἱερέως δι’ ἐτῶ-
ν β, καὶ τὸ γινόμενον τᾶς ἀνοίξιος τέλεσμα
ἀφαιρεύντω ἀπὸ τοῦ εὑρεθέντος. ὅπως δὲ
25 καὶ ἁ πομπὰ τᾷ θεῷ ἐπιφανέστερον συντε-
[λ]ῆται, τοὶ χειροτονεύμενοι ὑπὸ τοῦ δάμου
κιθαρισταὶ ἀγόντω τὸς παῖδας κιθαρίζοντας
τὸ σπονδεῖ[ον καθ]ότι καὶ ἐπὶ τᾶν ἄλλαν πο[μ]-
[π]ᾶν ποιεῦ[ντι καὶ κιθαρί]ζ̣οντες τα[․․․․․]
30 [— — — — — — — — — — — — —]τ̣ο̣υ̣τ̣ο̣[— — —]
Search Help
Contact Us