[ ]
Kos Isl. — Kos — ca. 220-210 BC — Iscr. di Cos ED 78 — PdP 38 (1983) 63-64 (R. Herzog)
See also:
1 | [ἐπειδὴ Καφισοφῶν Φιλίππου ἰατρὸς διατρίβων παρὰ βασιλεῖ] |
[Πτολεμαίωι πρότερόν τε ἀεί τινος ἀγαθοῦ γέγονε παραίτιος] | |
[λέγων καὶ πράττων τὰ] συμ[φέροντα τᾶι πατρίδι κατὰ τὸ δυνατόν], | |
[δι’ ὅπερ καὶ ἀξιωθεὶ]ς ὑπὸ τᾶ[ς πόλιος ἐπαίνου καὶ στεφάνου καὶ] | |
5 | [ἀναγγελίας καὶ τᾶν] ἀλλᾶν τιμ[ᾶν ἇν καὶ ὁ πατὴρ αὐτοῦ, χρήσιμος] |
[καὶ εὔνους ὢν διετέ]λει, τοῖς τε [ἐντυγχάνουσι χρείας παρεί]- | |
[χετο, εἰς ἃ αὐτὸν πα]ρεκάλουν, οὐ[δεμίαν τε προτίμασιν κατὰ τὰν] | |
[τέχναν ποιεύμε]νος, τὰν αὑτοῦ [ἐμπειρίαν παρεσκεύαζε κοινὰν] | |
[σπουδάζων περὶ π]άντας ὁμοίως τοὺ[ς πολίτας, τιμαθεὶς δὲ καὶ] | |
10 | [πάλιν ὑπὸ τοῦ δά]μου στεφάνωι χρυ[σέωι ἀπὸ χρυσῶν πεντήκοντα] |
[καὶ ἐπαίνωι καὶ ἀ]ναγγελίαι πολὺ προθ[υμότερον καὶ ἐκτενέσ]- | |
[τερον αὑτὸν τᾶ]ι πατρίδι παρασκευάζε[ι, καιρὸν οὐδένα παραλεί]- | |
[πων εἰς τὸ μηδε]νὸς καθυστερεῖν τῶν χ̣[ρησίμων τὰμ πόλιν, ἀφικνου]- | |
[μένους δὲ καὶ πλ]είους τῶν πολιτᾶν ἐξ[αποσταλέντας θεωροὺς] | |
15 | [καὶ πρεσβευτὰ]ς ποτὶ βασιλῆ Πτολεμ[αῖον ὑποδεχόμενος μεγαλο]- |
[μερῶς· ὅπως] οὖν καὶ ὁ δᾶμος φαίν[ηται καταξίως τιμῶν τὸς τὰν εὔ]- | |
[νοιαν ἀποδεικν]υμένος ἐν παντ̣[ὶ καιρῶι· δεδόχθαι τᾶι βουλᾶι καὶ] | |
[τῶι δάμωι· τύχαι τ]ᾶι ἀγαθᾶι· ἐπα[ινέσαι τε Καφισοφῶντα ἀρετᾶς] | |
[ἕνεκα καὶ εὐνοία]ς τᾶς ἐς τ̣[ὰν πόλιν καὶ στεφανῶσαι στεφάνωι] | |
20 | [χρυσέωι ἀπὸ χρυσῶ]ν̣ ὅσσων̣ [ἐκ τῶν νόμων πλείστων κυρία ἐστὶ ἁ ἐκ]- |
[κλησία δόμεν ․․․․․․]ης Ξα̣[νθίππου εἶπε· τὰ μὲν ἄλλα καθάπερ ἔδο]- | |
[ξε τᾶι βουλᾶι· ὁ δὲ] ἱερο[κᾶρυξ τοῖς τε Διονυσίοις καὶ τοῖς Ἀσκλα]- | |
[πιείοις ἀναγγειλάτω ὅτι ὁ δᾶμος στεφανοῖ Καφισοφῶντα Φιλίππου — —] |