[ ] Kos Isl. — Kos [decree of Knidos] — ca. 200 BC — SEG 38.812A — IK Knidos 220
See also:
1 [ἔδοξε τῶι δάμ]ωι, γνώμ̣[α προ]στατᾶν· ἐπειδὴ [τοῦ]
[δ]άμου δ̣[ιὰ π]αντὸς ἀποδεικνυμένου τὰν ὑπάρ[χουσαν]
[αὐ]τῶι διὰ προγόνων ποτὶ τὸ θεῖον εὐσέβει[αν, καὶ πᾶ]-
[σα]ν̣ σπουδὰν καὶ φιλοτιμίαν ποιουμένου περὶ̣ [τοῦ ἐπαυξή]-
5 [σιο]ς τὰν τιμὰν τᾶς Ἀρτάμιτος τᾶς Ἱακυνθ̣[οτρόφου]
[κα]ὶ τὰς θυσίας καὶ ἀφικετείας καὶ πομπὰς [συντετε]-
[λε]κ̣ότος διὰ τὰς γεγενημένας ὑπ’ αὐτᾶ[ς ἐπιφανεί]-
[ας] καὶ διὰ ταῦτα ποταγορεύσαντος αὐτὰν [θεὸν Ἐπιφα]-
[νῆ], καὶ θυσίαν καὶ ἀγῶνας συντελεῖν τᾶι θ[εῶι κατὰ πεν]-
10 [τα]ε̣τηρίδα μουσικόν τε καὶ γυμνικὸν καὶ τ[οὺς ὑπάρχον]-
[τας] αὐτῷ φίλους καὶ συμμάχους μετέχειν [τᾶς θυσίας καὶ]
[τῶν] ἀγώνων καλῶς ἔχειν ἔκρινε διαπρεσ̣[βευσάμενος πο]-
[τ’ αὐτ]ούς· ὅπως οὖν καὶ ὁ δᾶμος τὰν προαί[ρεσιν τὰν πο]-
[τὶ τὰν θ]ε̣ὸ̣ν̣ ἀποδεικνύμενος φαίνηται καὶ σ[υναύξωνται]
15 [αἱ τιμαὶ τ]ᾶς Ἀρτάμιτος· ἀγαθᾶι τύχαι· δεδό[χθαι τῶι δά]-
[μωι· ἑλέσ]θαι πρεσβευτὰς τρεῖς, τοὶ δὲ αἱρ[εθέντες ἐς ἑ]-
[κάσταν πόλ]ι̣ν̣ ἐπελθόντες ἐπὶ τὰν βουλ[ὰν καὶ τὰν ἐκκλη]-
ίαν ἐμφανιζόντω τ]ε τὰν εὔνοιαν τὰν ὑ[πάρχουσαν ταῖς πόλε]-
[σι ποθ’ αὑτὰς μετὰ πάσας σ]π̣ο̣υ̣δ̣ᾶ̣ς̣ [καὶ φιλοτιμίας ποιοῦν]-
20 [τες τοὺς λόγους — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us