[ ] Lykia — Telmessos — ca. 220 BC — Atti IV Congresso Int. di Papirologia (1936) 359 — cf. Clara Rhodos 9 (1938) 183
See also:
1 [ἐ]κκλησίας κυρίας γενο̣μ̣έ̣ν̣[ης]
καὶ γράψαντος Λυσιμάχο[υ τὴν]
προγεγραμ<μ>ένην ἐπιστολήν,
ἔδοξε Τελμεσσέων τῆι πόλε[ι]·
5 δεδόσθαι Ἀριστέαι Κλε[άνδ]ρ[ου]
Μακεδόνι αὐτῶι καὶ ἐγγόνοις ἔ[γ]-
κτησιν οἰκίων καὶ ἐγγαίων· ἀνα-
γράψαι δὲ τὸ ψήφισμα τὸν ἄρχον̣τ̣[α]
εἰς στήλην λιθίνην καὶ ἀναθεῖ-
10 ναι εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν
ἐν τῶι ἐπιφανεστάτωι τόπωι̣,
ἵνα κυρία ἦι ἡ δόσις δεδομένη
Ἀριστέαι καὶ ἐγγόνοις.
Search Help
Contact Us