[ ]
Lykia — Telmessos — ca. 220 BC — Atti IV Congresso Int. di Papirologia (1936) 359 — cf. Clara Rhodos 9 (1938) 183
See also:
1 | [ἐ]κκλησίας κυρίας γενο̣μ̣έ̣ν̣[ης] |
καὶ γράψαντος Λυσιμάχο[υ τὴν] | |
προγεγραμ<μ>ένην ἐπιστολήν, | |
ἔδοξε Τελμεσσέων τῆι πόλε[ι]· | |
5 | δεδόσθαι Ἀριστέαι Κλε[άνδ]ρ[ου] |
Μακεδόνι αὐτῶι καὶ ἐγγόνοις ἔ[γ]- | |
κτησιν οἰκίων καὶ ἐγγαίων· ἀνα- | |
γράψαι δὲ τὸ ψήφισμα τὸν ἄρχον̣τ̣[α] | |
εἰς στήλην λιθίνην καὶ ἀναθεῖ- | |
10 | ναι εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν |
ἐν τῶι ἐπιφανεστάτωι τόπωι̣, | |
ἵνα κυρία ἦι ἡ δόσις δεδομένη | |
Ἀριστέαι καὶ ἐγγόνοις. |