1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· Δια- |
γόρας Κλευχίου εἶπε· ἐπειδὴ Θήρων | |
Βουδαστράτου Τύριος ἀνὴρ ἀγαθός | |
ἐστι περὶ τὸν δᾶμον τὸν Κώιων καὶ | |
5 | ἐμ πᾶσι τοῖς καιροῖς χρείας διατελε[ῖ] |
παρεχόμενος πᾶσι Κώιοις, δεδόχθα[ι] | |
τῶι δάμωι ἐπαινέσαι τε αὐτὸν καὶ ἦ- | |
μεν πρόξενον τᾶς πόλιος τᾶς Κώι- | |
ων, καὶ ἐκγόνους· ἦμεν δὲ αὐτοῖς ἔσ- | |
10 | πλουν καὶ ἔκπλουν καὶ ἐμ πολέμωι |
καὶ ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπονδε[ὶ] | |
καὶ αὐτοῖς καὶ χρήμασι· τοὶ δὲ π[ωλη]- | |
ταὶ μισθωσάντω ἀναγρ[άψαι τε τὰν] | |
προξενίαν ἐς τὰν στ[άλαν καὶ στᾶσαι] | |
15 | [ἐ]ν τῶι ἱερῶι τῶν Δυ̣ώ[δεκα Θεῶν]. |
Iscr. di Cos
ED 54