[ ] Kos Isl. — Kos — 4th c. BC — Paton-Hicks 1 — SGDI III,1 3613
See also:
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· Δια-
γόρας Κλευχίου εἶπε· ἐπειδὴ Θήρων
Βουδαστράτου Τύριος ἀνὴρ ἀγαθός
ἐστι περὶ τὸν δᾶμον τὸν Κώιων καὶ
5 ἐμ πᾶσι τοῖς καιροῖς χρείας διατελε[ῖ]
παρεχόμενος πᾶσι Κώιοις, δεδόχθα[ι]
τῶι δάμωι ἐπαινέσαι τε αὐτὸν καὶ ἦ-
μεν πρόξενον τᾶς πόλιος τᾶς Κώι-
ων, καὶ ἐκγόνους· ἦμεν δὲ αὐτοῖς ἔσ-
10 πλουν καὶ ἔκπλουν καὶ ἐμ πολέμωι
καὶ ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπονδε[ὶ]
καὶ αὐτοῖς καὶ χρήμασι· τοὶ δὲ π[ωλη]-
ταὶ μισθωσάντω ἀναγρ[άψαι τε τὰν]
προξενίαν ἐς τὰν στ[άλαν καὶ στᾶσαι]
15 [ἐ]ν τῶι ἱερῶι τῶν Δυ̣ώ[δεκα Θεῶν].
Search Help