| 1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· Δια- |
| γόρας Κλευχίου εἶπε· ἐπειδὴ Θήρων | |
| Βουδαστράτου Τύριος ἀνὴρ ἀγαθός | |
| ἐστι περὶ τὸν δᾶμον τὸν Κώιων καὶ | |
| 5 | ἐμ πᾶσι τοῖς καιροῖς χρείας διατελε[ῖ] |
| παρεχόμενος πᾶσι Κώιοις, δεδόχθα[ι] | |
| τῶι δάμωι ἐπαινέσαι τε αὐτὸν καὶ ἦ- | |
| μεν πρόξενον τᾶς πόλιος τᾶς Κώι- | |
| ων, καὶ ἐκγόνους· ἦμεν δὲ αὐτοῖς ἔσ- | |
| 10 | πλουν καὶ ἔκπλουν καὶ ἐμ πολέμωι |
| καὶ ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπονδε[ὶ] | |
| καὶ αὐτοῖς καὶ χρήμασι· τοὶ δὲ π[ωλη]- | |
| ταὶ μισθωσάντω ἀναγρ[άψαι τε τὰν] | |
| προξενίαν ἐς τὰν στ[άλαν καὶ στᾶσαι] | |
| 15 | [ἐ]ν τῶι ἱερῶι τῶν Δυ̣ώ[δεκα Θεῶν]. |
Iscr. di Cos
ED 54