[ ] Kos Isl. — Kos — 3rd c. BC — BE (1995) 448 — ZPE 112 (1996) 88 — SEG 43.549
See also:
1 [ἔδο]ξε τᾶι βουλᾶι·
[Θε]ό̣δωρον Θεό-
[γ]νιος Ἀθηναῖον
[π]ρόξ[εν]ον ἦμεν
5 τᾶς π[όλ]ιος τᾶς
Κώιω[ν κ]αὶ αὐτὸ-
ν καὶ ἐκ̣γ̣όνος· ἦμ-
εν δὲ αὐτο̣ῖ̣ς ἐς
[Κ]ῶν ἔσπλουν καὶ
10 ἔκπλουν καὶ ἐμ π-
ολέμωι καὶ ἐν εἰρ-
ήναι ἀσυλεὶ καὶ ἀ-
σπονδεὶ καὶ αὐτ-
οῖς καὶ χρήμασιν.
Search Help
Contact Us