Honorific decree for Agathokles. Fragment of a plaque of white marble; a molded border preserved at the bottom.
[ ]
N. Black Sea — Olbia — 2nd c. AD — IUbileĭnyi zbirnyk na poshanu akad. D.I. Bahaliia (1927) pp. 310-311 (S.S. Dlozhensky) — SEG 3.584
See also:
[— — — — — — — — — — — — — — —] | |
1 | [— οἱ ἄρχοντε]ς εἶπαν· ἐ̣π̣ε̣[ιδὴ — —] |
[Ἀγ]α̣θοκλῆς ἠουοκάτος ἀ[ποσταλεὶς] | |
ὑπὸ τῶν ἡγουμένων πρὸς τὴν π̣[όλιν] | |
π̣ερὶ πραγμάτων ἀνανκαίων κο[ινωνῶν] | |
5 | εὐσχήμονα τὴν ἐπιδημίαν ἐπ[οιήσατο] |
[ζ]ηλωτὴς γενόμενος τῆς ἐκ [προγόνων] | |
[ἀ]ρ̣ετῆς λέγων τε καὶ συνβουλ[εύων τὰ] | |
ἄριστα τῷ δήμῳ διετέλε[σεν. δι’ ὃ δὴ ὁ] | |
[δῆ]μ̣ος βουλόμενος εὐχαρίσ̣τ̣[ως διακεῖ]- | |
10 | [σ]θαι καὶ τειμῶν τ̣ο[ὺ]ς ἀγαθοὺ̣[ς ἄνδρας] |
[τ]αῖς πρεπούσαις τειμαῖς ἔ[δωκεν] | |
[α]ὐτῷ τε καὶ ἐγγόνοις προξ[ενίαν, πο]- | |
[λ]ειτήαν, εἴσπλου<ν> καὶ ἔκπλ̣[ουν καὶ πολ]- | |
[έ]μ̣ου καὶ εἰρήνης ἀσυλεὶ καὶ ἀ[σπονδεί]· | |
15 | [τ]ὸ δὲ ψήφισμα τόδε ἀναγρ[άψαι εἰς τε]- |
[λ]αμῶνα λευκοῦ λίθου κ[αὶ στῆσαι] | |
[ε]ἰς τὸ ἱερὸν τοῦ Διὸς καὶ τὸ [γενόμενον] | |
[ε]ἰς αὐτὸ ἀνάλωμα ἐξοδιάσαι τ[ὸν ταμίαν]. |