Honorific decree for Dadagos, son of Padagos. Plaque of white marble, broken at the bottom.
[ ]
N. Black Sea — Olbia — 1st/beg. 2nd c. AD? — IRAIMK 4 (1925) p. 81, 2 (O.O. Krüger) — SEG 3.583
1 | [ἐ]π̣[ὶ] ἀ̣ρχόντων τῶν π̣ε̣ρ̣ὶ̣ Ἀντ̣ι̣[φῶντα] |
[Ἀν]αξιμένους μηνὸ[ς] Κυανεψιῶνος | |
[Ἀ]ν̣τιφῶν Ἀναξιμένους ἄρχων εἶπεν· ἐπε[ι]- | |
[δ]ὴ Δαδαγος Παδαγου, νεανίας γενόμενος [προ]- | |
5 | [γ]όνων ἀγαθῶν, πολλὰ δείγματα παρέσχε̣[το] |
τῆς ἑαυτοῦ με[γαλ?]ειότητος οὐ μόνον ἐπ̣[ιει]- | |
κ̣ῆ καὶ κόσμιο[ν ζήσ]ας βίον καὶ πλεῖστον | |
τοῦ καθήκον[τος καὶ] δικαίου λόγον ἔχω[ν], | |
ἀλλὰ καὶ πισ[τευσάμ]ενος ἀρχήν τε, δι’ [ἣν] | |
10 | πάση̣ς ἀποδοχ[ῆς ἑα]υτὸν ἄξιον παρέσχε- |
το, καὶ πρεζβείαν πρὸς τοὺς ἡγεμόνας, ἐν ᾗ βαρέο[ς] | |
καὶ [χαλ]εποῦ ἐπικρεμασθέντος τῇ πόλει κινδύ- | |
νου̣ [πλ]εῖστα συνωφέλησεν, ὡς προφανὲς γε- | |
νέσθ̣αι καὶ μαρτυροθῆναι διότι καὶ θεῶν τι- | |
15 | νος εὐνοίᾳ ὁμοῦ τῇ πρεζβείᾳ τῆς πόλεως |
τὰ δί[κ]αια ἐφύλαξεν· δείγματά τε ἦν ταῦτα | |
μεγάλων καὶ ὑπερβαλλόντων αὐτοῦ εἰς | |
τὴν πατρίδα, εἴπερ ἀφείθη, πράξεων. ἐπει[δὴ] | |
[δ]ὲ τὸ χρεὼν ἐπετέμετο αὐτοῦ τοὺς [— — —] | |
20 | [—]ου[ς κ]αὶ οὐ μεικρὸν ὄφελος ὁ δαίμ[ων] |
[ἀπεσ]ύλησεν το[ῦ] δήμου, δέον δέ ἐστιν το̣[ὺς] | |
[τοιούτ]ους καὶ κοζμεῖν καὶ ἐπαινεῖν, ἵ[να τε] | |
[αὐτοὶ τῆ]ς καθηκούσης τειμῆς τ̣ύ̣[χωσι] | |
[καὶ τοῖς λοι]ποῖς προτροπὴ ὦ[σι — —] | |
25 | [— — — — —]ιν τοῦ δ̣ήμο[υ? — — — —] |
[— — — — — — — — — — — — — — —] |