[ ] N. Black Sea — Chersonesos — 2nd c. AD? — IosPE IV 136
1   Οἰνάνθη Γλαυκίου.
ἄβαλέ τοι Μοῦσα<ι σὰ> χαρείσια, κάμμορε νύμφη
Οἰνάνθη, πα<ίδ>ων ἐπὶ γούνασι σεῖο τεθέντων,
φωνῆσαι λοχίης τε καλὸν νόμον Εἰλειθυ<ί>ης,
5 μητρὶ τεῇ καὶ πατρὶ κεκαρμένα {²⁶κεχαρμένα}²⁶ δῶρα πό<σ>ε<ι τε>.
νῦν <δ>ὲ σὺ μὲν κρυεραῖ<σ>ιν ἐπὶ ψαμάθοισιν <ἰα>ύεις
Κωκ<υτ>οῦ κελάδοντο<ς> ἀνὰ δρόσον, οὐδέ σ’ ἐγείρει
ἀεναὲς κελάδημα <φ>ίλης ὀ<π>ός, ᾧτέ σε μήτηρ
ὄρνις ὅκως γεγό<η>κε, <σ>ὺ δὲ λίθος οὐδὲν ἀκούεις,
10 ἀλ<λ>ὰ {Μ} μελανδεῖνή {²⁶μελανδεῖναί}²⁶ σε περὶ ῥόες {Ϲ} Ὠκεανοῖο
εἰλεῦνται, ψυχαὶ δὲ κατακθονίων {²⁶καταχθονίων}²⁶ ἀ<λι>βάντων
ζμερδαλέον βρομέουσι, σὺ δὲ θρόο<ν> οὐχὶ τοκήων,
οὐ πόσιος νενόηκας, ἐπεὶ πίες, ἆ, στύγα Λήθης.
τίς μακάρων νόμος οὗτος <ἀν>ά<μ>ερ<ο>ς; ἠέ νυ κῶρ<αι>
15 οὐχὶ κακαὶ θνήσκουσι προμοίρ<ω>ς, οὐχὶ τοκήων
οὐτιδανῶν, ἀ̣λλ’ εἴ τι] ἀριπρεπὲς εἶδο[ς] ἔχουσα
ἢ γένος; ἦ ῥα τόδ’ ἐσθλὸν ἐτήτυμον ἀνδράσι Πυθώ,
χρύσεον ὅττι γένεθλον ἐς Ἄϊδα πρῶτον ὁδεύε̣ιν;
Search Help
Contact Us