[ ] N. Black Sea — Chersonesos — late 1st c. BC? — IosPE IV 110
a.1          Ξάνθος
        Λαγορείνου·
          χαῖρε.
    {²vacat magnum spatium
b.1 Ξάνθον ἐγὼ στάλα κεύθω, ξένε, τόν ποτε πατρὶ
 σώφρονα, τὸμ πάτρῃ ξυνὸν ἄγαλμα νέων,
τὸν σοφὸν ἐν Μούσαις, τὸν ἀμεμφέα πᾶσι πολείταις,
 τείμιον ἠιθέων, ἀστέρα καλλοσύνης,
5 βάσκανος ὃν κατέπεφνεν Ἄρης πάτρῃ προμαχεῦντα,
 λειπόμενον θρήνους τῶνδε γονεῦσι γέρας.
εἰ δ’ ἀπόλαυσιν ἔχει Πλούτων πλέον ἠὲ τοκεῖες,
 τίπτε δι’ ὠδείνων κάμνετε, θηλύτεραι;
Search Help
Contact Us