[ ]
N. Black Sea — Chersonesos — 179 BC
[— — — — — — — — — — — — — — — ἀλλὰ] | |
1 | [συνδιαφυλαξοῦμεν τὰν αὐτοῦ βασ]ιλεία̣[ν] |
[κατὰ τὸ δυνατόν, ἐμμένοντ]ος ἐν τᾶι ποθ’ ἁ[μὲς] | |
[φιλίαι, τάν τε ποτὶ Ῥω]μ̣αίους φιλίαν διαφυλά[σ]- | |
[σοντος καὶ μηδὲ]ν ἐναντίον αὐτοῖς πράσ- | |
5 | [σοντος· ε]ὐ̣ορκοῦσι μὲν ἁμῖν εὖ εἴη, ἐπιορκοῦ- |
[σι δὲ τἀ]ναντία. ὁ δὲ ὅρκος οὗτος συνετε- | |
[λέ]σθη μηνὸς Ἡρακλείου πεντεκαιδεκάτα[ι], | |
βασιλεύοντος Ἀπολλοδώρου τοῦ Ἡρογεί- | |
του, γραμματεύοντος Ἡροδότου τοῦ Ἡρο- | |
10 | δότου. ——— ὅρκος, ὃν ὤμοσε βασιλεὺς Φαρνάκης |
πρεσβευσάντων παρ’ αὐτὸν Μάτριος καὶ Ἡρακλε[ί]- | |
ου· ὀμνύω Δία, Γῆν, Ἥλιον, θεοὺς Ὀλυμπίους πάντας | |
καὶ πάσας· φίλος ἔσομαι Χερσονησίταις διὰ παν- | |
τός, καὶ ἂν οἱ παρακείμενοι βάρβαροι στρατεύωσιν | |
15 | ἐπὶ Χερσόνησον ἢ τὴν κρατουμένην ὑπὸ Χερσο- |
νησιτῶν χώραν ἢ ἀδικῶσιν Χερσονησίτας, καὶ ἐπι- | |
καλῶνταί με, βοηθήσω αὐτοῖς, καθὼς ἂν ᾖ μοι και- | |
ρός, καὶ οὐκ ἐπιβουλεύσω Χερσονησίταις κατ’ οὐδένα | |
τρόπον, οὐδὲ στρατεύσω ἐπὶ Χερσόνησον, οὐδὲ | |
20 | ὅπλα ἐναντία θήσομαι Χερσονησίταις, οὐδὲ πράξω |
κατὰ Χερσονησιτῶν ὃ μέλλει βλάπτειν | |
τὸν δῆμον τὸν Χερσονησιτῶν, ἀλλὰ συν- | |
διαφυλάξω τὴν δημοκρατίαν κατὰ τὸ | |
δυνατόν, ἐμμενόντων ἐν τῆι πρὸς ἐ- | |
25 | μὲ φιλίαι καὶ τὸν αὐτὸν ὅρκον ὀμοσάντων, |
τήν τε πρὸς Ῥωμαίους φιλίαν διαφυλασσόν- | |
των καὶ μηδὲν ἐναντίον αὐτοῖς πρασσόν- | |
των. εὐορκοῦντι μὲν εὖ εἴη, ἐπιορκοῦντι δὲ τἀ- | |
ναντία. ὁ δὲ ὅρκος οὗτος συνετελέσθη ἐν | |
30 | τῶι ἑβδόμωι καὶ πεντηκοστῶι καὶ ἑκατοστῶι |
ἔτει, μηνὸς Δαισίου, καθὼς βασιλεὺς Φαρνάκ[ης] | |
ἄγει. |