[ ] N. Black Sea — Chersonesos — 179 BC
[— — — — — — — — — — — — — — — ἀλλὰ]
1 [συνδιαφυλαξοῦμεν τὰν αὐτοῦ βασ]ιλεία̣[ν]
[κατὰ τὸ δυνατόν, ἐμμένοντ]ος ἐν τᾶι ποθ’ ἁ[μὲς]
[φιλίαι, τάν τε ποτὶ Ῥω]μ̣αίους φιλίαν διαφυλά[σ]-
[σοντος καὶ μηδὲ]ν ἐναντίον αὐτοῖς πράσ-
5 [σοντος· ε]ὐ̣ορκοῦσι μὲν ἁμῖν εὖ εἴη, ἐπιορκοῦ-
[σι δὲ τἀ]ναντία. ὁ δὲ ὅρκος οὗτος συνετε-
[λέ]σθη μηνὸς Ἡρακλείου πεντεκαιδεκάτα[ι],
βασιλεύοντος Ἀπολλοδώρου τοῦ Ἡρογεί-
του, γραμματεύοντος Ἡροδότου τοῦ Ἡρο-
10 δότου. ——— ὅρκος, ὃν ὤμοσε βασιλεὺς Φαρνάκης
πρεσβευσάντων παρ’ αὐτὸν Μάτριος καὶ Ἡρακλε[ί]-
ου· ὀμνύω Δία, Γῆν, Ἥλιον, θεοὺς Ὀλυμπίους πάντας
καὶ πάσας· φίλος ἔσομαι Χερσονησίταις διὰ παν-
τός, καὶ ἂν οἱ παρακείμενοι βάρβαροι στρατεύωσιν
15 ἐπὶ Χερσόνησον ἢ τὴν κρατουμένην ὑπὸ Χερσο-
νησιτῶν χώραν ἢ ἀδικῶσιν Χερσονησίτας, καὶ ἐπι-
καλῶνταί με, βοηθήσω αὐτοῖς, καθὼς ἂν ᾖ μοι και-
ρός, καὶ οὐκ ἐπιβουλεύσω Χερσονησίταις κατ’ οὐδένα
τρόπον, οὐδὲ στρατεύσω ἐπὶ Χερσόνησον, οὐδὲ
20 ὅπλα ἐναντία θήσομαι Χερσονησίταις, οὐδὲ πράξω
κατὰ Χερσονησιτῶν ὃ μέλλει βλάπτειν
τὸν δῆμον τὸν Χερσονησιτῶν, ἀλλὰ συν-
διαφυλάξω τὴν δημοκρατίαν κατὰ τὸ
δυνατόν, ἐμμενόντων ἐν τῆι πρὸς ἐ-
25 μὲ φιλίαι καὶ τὸν αὐτὸν ὅρκον ὀμοσάντων,
τήν τε πρὸς Ῥωμαίους φιλίαν διαφυλασσόν-
των καὶ μηδὲν ἐναντίον αὐτοῖς πρασσόν-
των. εὐορκοῦντι μὲν εὖ εἴη, ἐπιορκοῦντι δὲ τἀ-
ναντία. ὁ δὲ ὅρκος οὗτος συνετελέσθη ἐν
30 τῶι ἑβδόμωι καὶ πεντηκοστῶι καὶ ἑκατοστῶι
ἔτει, μηνὸς Δαισίου, καθὼς βασιλεὺς Φαρνάκ[ης]
                 ἄγει.
Search Help