[ ]
N. Black Sea — Chersonesos — 179 BC
| [— — — — — — — — — — — — — — — ἀλλὰ] | |
| 1 | [συνδιαφυλαξοῦμεν τὰν αὐτοῦ βασ]ιλεία̣[ν] |
| [κατὰ τὸ δυνατόν, ἐμμένοντ]ος ἐν τᾶι ποθ’ ἁ[μὲς] | |
| [φιλίαι, τάν τε ποτὶ Ῥω]μ̣αίους φιλίαν διαφυλά[σ]- | |
| [σοντος καὶ μηδὲ]ν ἐναντίον αὐτοῖς πράσ- | |
| 5 | [σοντος· ε]ὐ̣ορκοῦσι μὲν ἁμῖν εὖ εἴη, ἐπιορκοῦ- |
| [σι δὲ τἀ]ναντία. ὁ δὲ ὅρκος οὗτος συνετε- | |
| [λέ]σθη μηνὸς Ἡρακλείου πεντεκαιδεκάτα[ι], | |
| βασιλεύοντος Ἀπολλοδώρου τοῦ Ἡρογεί- | |
| του, γραμματεύοντος Ἡροδότου τοῦ Ἡρο- | |
| 10 | δότου. ——— ὅρκος, ὃν ὤμοσε βασιλεὺς Φαρνάκης |
| πρεσβευσάντων παρ’ αὐτὸν Μάτριος καὶ Ἡρακλε[ί]- | |
| ου· ὀμνύω Δία, Γῆν, Ἥλιον, θεοὺς Ὀλυμπίους πάντας | |
| καὶ πάσας· φίλος ἔσομαι Χερσονησίταις διὰ παν- | |
| τός, καὶ ἂν οἱ παρακείμενοι βάρβαροι στρατεύωσιν | |
| 15 | ἐπὶ Χερσόνησον ἢ τὴν κρατουμένην ὑπὸ Χερσο- |
| νησιτῶν χώραν ἢ ἀδικῶσιν Χερσονησίτας, καὶ ἐπι- | |
| καλῶνταί με, βοηθήσω αὐτοῖς, καθὼς ἂν ᾖ μοι και- | |
| ρός, καὶ οὐκ ἐπιβουλεύσω Χερσονησίταις κατ’ οὐδένα | |
| τρόπον, οὐδὲ στρατεύσω ἐπὶ Χερσόνησον, οὐδὲ | |
| 20 | ὅπλα ἐναντία θήσομαι Χερσονησίταις, οὐδὲ πράξω |
| κατὰ Χερσονησιτῶν ὃ μέλλει βλάπτειν | |
| τὸν δῆμον τὸν Χερσονησιτῶν, ἀλλὰ συν- | |
| διαφυλάξω τὴν δημοκρατίαν κατὰ τὸ | |
| δυνατόν, ἐμμενόντων ἐν τῆι πρὸς ἐ- | |
| 25 | μὲ φιλίαι καὶ τὸν αὐτὸν ὅρκον ὀμοσάντων, |
| τήν τε πρὸς Ῥωμαίους φιλίαν διαφυλασσόν- | |
| των καὶ μηδὲν ἐναντίον αὐτοῖς πρασσόν- | |
| των. εὐορκοῦντι μὲν εὖ εἴη, ἐπιορκοῦντι δὲ τἀ- | |
| ναντία. ὁ δὲ ὅρκος οὗτος συνετελέσθη ἐν | |
| 30 | τῶι ἑβδόμωι καὶ πεντηκοστῶι καὶ ἑκατοστῶι |
| ἔτει, μηνὸς Δαισίου, καθὼς βασιλεὺς Φαρνάκ[ης] | |
| ἄγει. |