[ ] N. Black Sea — Chersonesos — early 3rd c. BC — IosPE IV 79
1 ὀμνύω Δία, Γᾶν, Ἅλιον, Παρθένον,
[θ]εοὺς Ὀλυμπίους καὶ Ὀλυμπίας
[κ]αὶ ἥρωας ὅσοι πόλιν καὶ χώραν
καὶ τείχη ἔχοντι τὰ Χερσονασι-
5 τᾶν· ὁμονοησῶ ὑπὲρ σωτηρίας
καὶ ἐλευθερίας πόλεος καὶ πολι-
τᾶν καὶ οὐ προδωσῶ Χερσόνασον
οὐδὲ Κερκινῖτιν οὐδὲ Καλὸν λιμέ-
να οὐδὲ τἆλλα τείχη οὐδὲ τᾶς ἄλ-
10 λας χώρας ἃν Χερσονασῖται νέμον-
ται ἢ ἐνέμοντο οὐθενὶ οὐθὲν οὔτε Ἕλ-
λανι οὔτε βαρβάρωι, ἀλλὰ διαφυλα-
ξῶ τῶι δάμωι τῶι Χερσονασιτᾶν· οὐ-
δὲ καταλυσῶ τὰν δαμοκρατίαν, οὐ-
15 δὲ τῶι προδιδόντι καὶ καταλύοντι ἐ-
πιτρεψῶ οὐδὲ συγκρυψῶ, ἀλλὰ ἐ-
ξαγγελῶ τοῖς δαμιοργοῖς τοῖς κα-
τὰ πόλιν· καὶ πολέμιος ἐσσοῦμαι τῶ<ι>
ἐπιβουλεύοντι καὶ προδιδόντι ἢ ἀφι-
20 στάντι Χερσόνασον ἢ Κερκινῖτιν ἢ
Καλὸν λιμένα ἢ τὰ τείχη καὶ χώραν
τὰν Χερσονασιτᾶν· καὶ δαμιοργησῶ
καὶ βουλευσῶ τὰ ἄριστα καὶ δικαιότα-
τα πόλει καὶ πολίταις καὶ τὸν ΣΑΣΤΗ-
25 ΡΑ τῶι δάμωι διαφυλαξῶ καὶ οὐκ ἐ-
χφερομυθησῶ τῶν ἀπορρήτων οὐ-
θὲν οὔτε ποτὶ Ἕλλανα οὔτε ποτὶ βά[ρ]-
βαρον, ὃ μέλλει τὰμ πόλιν βλάπτειν·
οὐδὲ δωρεὰν δωσῶ οὐδὲ δεξοῦμαι
30 ἐπὶ βλάβαι πόλεος καὶ πολιτᾶν· οὐδὲ
ἐπιβουλευσῶ ἄδικον πρᾶγμα οὐθε-
νὶ οὐθὲν τῶμ πολιτᾶν τῶμ μὴ ἀφε-
στακότων, οὐδὲ τῶι ἐπιβουλεύον̣[τι]
[ἐπιτρεψῶ οὐδὲ συγκρυψῶ οὐθὲν οὐθε]-
35 νί, ἀλλ’ εἰσαγγελ[ῶ] καὶ κρινῶ ψά[φωι]
κατὰ τοὺς νόμους· οὐδὲ συνωμο[σί]-
αν συνομοῦμαι οὔτε κατὰ τοῦ κοιν[οῦ]
τοῦ Χερσονασιτᾶν οὔτε κατὰ τῶμ [πο]-
λιτᾶν οὐδενός, ὃς μὴ ἀποδέδεικτα̣[ι]
40 [π]ολέμιος τῶι δάμωι· εἰ δέ τινι συνώ-
[μο]σα καὶ εἴ τινι καταλέλαμμαι ὅρ[κωι]
[ἢ ἐ]πευχᾶι, δια̣λυσαμένωι μὲν ἄμ̣[ει]-
ν̣ον εἴη καὶ ἐμοὶ καὶ τοῖς ἐμοῖς, ἐμμέ̣-
ν̣οντι δὲ τὰ ἐναντία· καὶ εἴ τινά κα̣
45 σ̣υνωμοσίαν αἴσ[θ]ωμαι ἐοῦσαν ἢ̣ [γι]-
νομέναν, ἐξα̣γγελῶ τοῖς δαμ[ιορ]-
γ̣οῖς· οὐδὲ σῖτον ἀπὸ τοῦ πεδίου ἀ[πα]-
γώγιμον ἀποδωσοῦμαι οὐδὲ ἐξ[α]-
ξῶ ἄλλαι ἀπὸ τοῦ πεδίου, ἀλλ’ ἢ̣ [εἰς]
50 Χερσόνασον. Ζεῦ καὶ Γᾶ καὶ Ἅλιε [καὶ]
Παρθένε καὶ θεοὶ Ὀλύμπιοι, ἐμμένο[ν]-
τι μέμ μοι εὖ εἴη ἐν τούτοις καὶ αὐτ̣[ῶι]
καὶ γένει καὶ τοῖς ἐμοῖς, μὴ ἐμμέν[ον]-
τι δὲ κακῶς καὶ αὐτῶι καὶ γένει καὶ [τοῖς]
55 ἐμοῖς, καὶ μήτε γᾶ μοι μήτε θά[λασ]-
σα καρπὸν φέροι, μήτε γυνα̣[ῖκες εὐτε]-
[κ]νοῖεν, μήτε ․[—][—]․#⁷[—][—]θανα․․[—]
      vacat                 vacat
Search Help
Contact Us