[ ]
N. Black Sea — Chersonesos — early 3rd c. BC — IosPE IV 79
See also:
1 | ὀμνύω Δία, Γᾶν, Ἅλιον, Παρθένον, |
[θ]εοὺς Ὀλυμπίους καὶ Ὀλυμπίας | |
[κ]αὶ ἥρωας ὅσοι πόλιν καὶ χώραν | |
καὶ τείχη ἔχοντι τὰ Χερσονασι- | |
5 | τᾶν· ὁμονοησῶ ὑπὲρ σωτηρίας |
καὶ ἐλευθερίας πόλεος καὶ πολι- | |
τᾶν καὶ οὐ προδωσῶ Χερσόνασον | |
οὐδὲ Κερκινῖτιν οὐδὲ Καλὸν λιμέ- | |
να οὐδὲ τἆλλα τείχη οὐδὲ τᾶς ἄλ- | |
10 | λας χώρας ἃν Χερσονασῖται νέμον- |
ται ἢ ἐνέμοντο οὐθενὶ οὐθὲν οὔτε Ἕλ- | |
λανι οὔτε βαρβάρωι, ἀλλὰ διαφυλα- | |
ξῶ τῶι δάμωι τῶι Χερσονασιτᾶν· οὐ- | |
δὲ καταλυσῶ τὰν δαμοκρατίαν, οὐ- | |
15 | δὲ τῶι προδιδόντι καὶ καταλύοντι ἐ- |
πιτρεψῶ οὐδὲ συγκρυψῶ, ἀλλὰ ἐ- | |
ξαγγελῶ τοῖς δαμιοργοῖς τοῖς κα- | |
τὰ πόλιν· καὶ πολέμιος ἐσσοῦμαι τῶ<ι> | |
ἐπιβουλεύοντι καὶ προδιδόντι ἢ ἀφι- | |
20 | στάντι Χερσόνασον ἢ Κερκινῖτιν ἢ |
Καλὸν λιμένα ἢ τὰ τείχη καὶ χώραν | |
τὰν Χερσονασιτᾶν· καὶ δαμιοργησῶ | |
καὶ βουλευσῶ τὰ ἄριστα καὶ δικαιότα- | |
τα πόλει καὶ πολίταις καὶ τὸν ΣΑΣΤΗ- | |
25 | ΡΑ τῶι δάμωι διαφυλαξῶ καὶ οὐκ ἐ- |
χφερομυθησῶ τῶν ἀπορρήτων οὐ- | |
θὲν οὔτε ποτὶ Ἕλλανα οὔτε ποτὶ βά[ρ]- | |
βαρον, ὃ μέλλει τὰμ πόλιν βλάπτειν· | |
οὐδὲ δωρεὰν δωσῶ οὐδὲ δεξοῦμαι | |
30 | ἐπὶ βλάβαι πόλεος καὶ πολιτᾶν· οὐδὲ |
ἐπιβουλευσῶ ἄδικον πρᾶγμα οὐθε- | |
νὶ οὐθὲν τῶμ πολιτᾶν τῶμ μὴ ἀφε- | |
στακότων, οὐδὲ τῶι ἐπιβουλεύον̣[τι] | |
[ἐπιτρεψῶ οὐδὲ συγκρυψῶ οὐθὲν οὐθε]- | |
35 | νί, ἀλλ’ εἰσαγγελ[ῶ] καὶ κρινῶ ψά[φωι] |
κατὰ τοὺς νόμους· οὐδὲ συνωμο[σί]- | |
αν συνομοῦμαι οὔτε κατὰ τοῦ κοιν[οῦ] | |
τοῦ Χερσονασιτᾶν οὔτε κατὰ τῶμ [πο]- | |
λιτᾶν οὐδενός, ὃς μὴ ἀποδέδεικτα̣[ι] | |
40 | [π]ολέμιος τῶι δάμωι· εἰ δέ τινι συνώ- |
[μο]σα καὶ εἴ τινι καταλέλαμμαι ὅρ[κωι] | |
[ἢ ἐ]πευχᾶι, δια̣λυσαμένωι μὲν ἄμ̣[ει]- | |
ν̣ον εἴη καὶ ἐμοὶ καὶ τοῖς ἐμοῖς, ἐμμέ̣- | |
ν̣οντι δὲ τὰ ἐναντία· καὶ εἴ τινά κα̣ | |
45 | σ̣υνωμοσίαν αἴσ[θ]ωμαι ἐοῦσαν ἢ̣ [γι]- |
νομέναν, ἐξα̣γγελῶ τοῖς δαμ[ιορ]- | |
γ̣οῖς· οὐδὲ σῖτον ἀπὸ τοῦ πεδίου ἀ[πα]- | |
γώγιμον ἀποδωσοῦμαι οὐδὲ ἐξ[α]- | |
ξῶ ἄλλαι ἀπὸ τοῦ πεδίου, ἀλλ’ ἢ̣ [εἰς] | |
50 | Χερσόνασον. Ζεῦ καὶ Γᾶ καὶ Ἅλιε [καὶ] |
Παρθένε καὶ θεοὶ Ὀλύμπιοι, ἐμμένο[ν]- | |
τι μέμ μοι εὖ εἴη ἐν τούτοις καὶ αὐτ̣[ῶι] | |
καὶ γένει καὶ τοῖς ἐμοῖς, μὴ ἐμμέν[ον]- | |
τι δὲ κακῶς καὶ αὐτῶι καὶ γένει καὶ [τοῖς] | |
55 | ἐμοῖς, καὶ μήτε γᾶ μοι μήτε θά[λασ]- |
σα καρπὸν φέροι, μήτε γυνα̣[ῖκες εὐτε]- | |
[κ]νοῖεν, μήτε ․[—]․[—]․#⁷[—]․[—]θανα․․[—] | |
vacat vacat |