[ ]
N. Black Sea — Chersonesos — reign of Ant. Pius — IosPE IV 71
1 | ἀγαθᾶι τύχαι. |
πρ̣ό̣εδροι Χερσονασειτᾶν τᾶν ποτὶ ∙ τᾷ Ταυ- | |
ρικᾶι εἶπαν #⁵⁶ ἐπειδὴ τοὶ ∙ εὐσεβέστατοι ∙ πα- | |
τέρες #⁵⁶ Ἡρακλεῶται #⁵⁶ οἰκείωι #⁵⁶ πάθει τὰν ὑπὲρ | |
5 | τᾶς ∙ ἁμετέρας #⁵⁶ σωτηρίας ∙ ἐποάσαντο φρον- |
τίδα #⁵⁶ πάσαι #⁵⁶ σπουδᾶι ∙ καὶ πάσᾳ ∙ φιλοστοργίᾳ | |
κεχραμένοι ∙ γνασί<α>ι, πρεσβείαν τε ∙ ποτὶ τὸν θ̣[ε]- | |
ὸν ἁμῶν καὶ δεσπόταν Αὐτοκράτορα Τῖτον Αἴλι[ον] | |
Ἁδριανὸν Ἀντωνεῖνον ἱκετεύσουσαν ἐξέ- | |
10 | πενψαν ὑπὲρ ἁμές, ἐν οὐδενὶ ὀλιγωρή- |
σαντες, τάς τε θείας ἀποκρίσεις καὶ τὰς | |
εὐμεναθείσας εὐεργεσίας ἠξίωσαν | |
δι’ ἀνδρῶν ἐπισαμοτάτων Ἡρακλείδου | |
Μενεσθέος καὶ Πρόκλου Μέμνονος διαπεν̣- | |
15 | ψάμενοι δάλ{λ}ους {²⁶δάλους}²⁶ ποάσασθαι εἰς τὸ φανε- |
ρὰν αὐτῶν τὰν καλοκἀγαθίαν γενέσθαι, ἁμὲς̣ | |
πασσυδὶ ταῖς πρεπούσαις ἀμοιβαῖς ἀμείψα- | |
σθαι καθᾶκον ἐψαφισάμεθα· δι’ ἃ ∙ δεδόχθαι τᾷ | |
[βουλᾷ] κ̣αὶ τῶι δάμωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις̣ | |
20 | [τὰν πρό]γονον ἁ[μῶν] μ̣ε̣γ̣α̣λ̣[ό]π̣ο̣λιν καὶ πράτα̣ν̣ |
[ἐν τῷ Πόντῳ? — — — — — — — — — — — — — —] |