1 | [ἀγαθῆι τύχηι]. |
[πρόεδροι Χερσονασιτᾶ]ν τᾶ<ν> ποτὶ τᾶι Ταυρικᾶ[ι] | |
[εἶπαν· ἐπειδὴ Δια— — — — Δ]ημητρίου Ἁρακλεώτας | |
[πρότερόν τε — — σεμνῶι κεχ]ραμένος ἄθει τὰν καλο- | |
5 | [κἀγαθίαν τᾶς ἐπιδαμί]ας εὔχραστον πέφανε[ν] |
[καὶ νῦν ποτὶ τοὺς πολείτ]ας ἀγάπα<ν> γνασίαν ἐνδείκν[υ]- | |
[ται — — — — — — — — φιλ]ικᾶι κα<ὶ ἰ>σαδέλφωι εὐνοίαι τα․[—] | |
[— — — — — — — — — — — γ]εγενναμέν<ο>ς πολείτας ἄριστα σε- | |
[— — — — πράττων τὰ συμφ]έροντα ἁμεῖν διατελεῖ. δι’ ὃ δεδό- | |
10 | [χθαι τᾷ βουλᾷ καὶ τ]ῷ δάμῳ ἐπαινέσαι μὲν ἐπὶ τούτοις Δια- |
[— — — — — — — Δημη]τρίου Ἁρακλεώταν, δόμεν δὲ αὐτῷ προξε- | |
[νίας πολειτείαν], ἔσπλουν τε καὶ ἔκπλουν ἐν εἰράναι καὶ πολέ- | |
[μωι ἀσυλεὶ ἀσ]πονδεὶ αὐτῷ τε καὶ ἐκγόνοις αὐτοῦ καὶ χράμα- | |
[σι, μετοχ]άν τε πάντων τῶν ἐν τᾷ πόλει, ὧν καὶ τοῖς ἐνφύ[τ]- | |
15 | [οις τ]ῶν ἀστῶ<ν> μέτεστιν. τὸ δὲ ψάφισμα τοῦτο ἀναγρα- |
[φῆ]μεν λευκολίθου στάλαι καὶ θέμεν ἐν τῷ ἐπισαμοτάτῳ | |
[τ]ᾶς ἀκροπόλιος τόπῳ. ταῦτ’ ἔδοξε βουλᾶι δάμῳ, βασιλευ- | |
ούσας Παρθένου, ἔτεος ρνδʹ, ἱερέως δὲ Χρηστίωνος τοῦ Βο- | |
ΐσκου, μανὸς Ἁρακλείου ηʹ, γραμματεύοντος Ἀρίστωνο[ς] | |
20 | Ἀττίνου. ἐσφραγίσαντο αʹ στίχωι· θεὰ βασίλισσα |
Παρθένος ∙ Τ(ίτος) ∙ Φλάουιος Ἀρίστων υἱὸς Φλαουίου Ἀρί- | |
στωνος τοῦ Ἀγεπόλεως πρῶτος ἄρχων, Ζῆθος | |
Ἀρίστωνος ∙ Τ(ίτος) ∙ Φλάουιος Πυθόδοτος υἱὸς Φλαουί- | |
ου Ἀγεπόλεως, Εὐρύδαμος Διοσκουρίδου ∙ Τ(ίτος) ∙ Φλάουιος | |
25 | Ἀγέπολις υἱὸς Φλαουίου Ἀρίστωνος ∙ Τ(ίτος) ∙ Φλάουιος Παρθε- |
νοκλῆς υἱὸς Φλαουίου <Π>α<ρθε>νο<κλέου>ς?· βʹ στίχωι· Ἀ- | |
θήναιος Διογένους, Ἑρμοκλῆς Ἀπολλωνίου, Φιλόμου- | |
σος Ἀπολλωνίδου, Δημοκράτης Βοΐσκου, Ἡρόξενος | |
Βοΐσκου, Ἀρίστων Ἀντιλόχου, Ποντικὸς Ἱ<λ>άρου, Ζῆθος | |
30 | Π̣υθοδότου· γʹ στίχωι· Θεαγένης Διογένους ἄρχων, Ἀρίσ- |
των Ἀπολλωνίδου ἄρχων, Ἥραιος Χηματίνου ἄρχων, Πα- | |
τέρ̣ων Ἀσκληπιάδου ἄρχων, Ζῆθ{υ}ος {²⁶Ζῆθος}²⁶ Ἀπολλωνίου νό- | |
μων φύλαξ, Πυθόδ<ω>ρος Χρηστίωνος νόμων φύλαξ, Δα- | |
μοκλῆς Λαγορείνου νόμων φύλαξ, Μητρόδωρος Διοσκου- | |
35 | ρίδου πρόδικος καὶ ὁ γραμματεὺς τῆς βουλ<ῆς> Ἀρίστων Ἀτ- |
τίνου. |
IosPE I²
359