[ ]
N. Black Sea — Chersonesos — late 1st/early 2nd c. AD
1 | ἀγαθᾶι τύχαι. |
[πρό]εδροι Χερσονασειτᾶ̣ν <τῶν> ποτὶ τᾶι Ταυρικᾶι εἶπ̣α̣ν· | |
[ἐ]πειδὴ Θρασυμήδης Θρασυμήδους τοῦ Σατύρου ἀνὴρ | |
τᾶς ματροπόλιος Ἡρακλέ<α>ς φύσει πολείτας σεμνὰν | |
5 | τ̣ὰν ποθ’ ἁμὲς ἀναστρ̣οφ[ὰ]ν τᾶς ἐπιδαμίας πεπόατα[ι] |
[κα]ί, οἵα πατέρων ἀγαθῶν πρὸς υἱοὺς φιλοστόργους | |
[εἶχ]εν <ε>ὖνοιαν, ε̣[ἴ] τ̣ις τὰν καλ̣οκἀγαθίαν δείξας σε- | |
[μ]νοτάτοις θύμα̣[σ]ι̣<ν> ἥ̣δ̣ετ[ο, καθ]ότι εὐγενείαι διασά- | |
μ̣ωι κεκοσμαμένος [πάντας εὐεργετ]ε̣ῖν δεδίδακται, ἀν- | |
10 | θ’ ὧν τὸν ἄνδρ[α] πα<ν>[τὸς ἐπαίνου] ἄ̣ξιον ὄντα καὶ διὰ |
τὰν ματέρα ἁμῶν [πατρίδα δὲ] α̣ὐτοῦ Ἡράκλειαν | |
ἰσοπολείταν ἔδοξ[ε γενέσθαι]· διὸ δεδόχθαι τᾶ[ι] | |
βουλᾶι καὶ τῶι δάμ[ωι ἐπαινέσ]αι μὲν ἐπὶ τούτοις | |
Θρασυμήδην Θρασυμήδους τοῦ Σατύρου Ἡρακλε- | |
15 | ώταν, δόμεν δὲ αὐτῷ προξενίας πολειτεία̣ν̣, |
ἔ̣σπλουν τε καὶ ἔκπλουν ἐν εἰράναι καὶ πολέ- | |
[μωι] ἀ̣συλεὶ ἀσπονδεὶ αὐτῶι τε καὶ ἐκγόνοις καὶ χρά- | |
[μασι]ν̣ αὐτοῦ, μετοχάν τε πάντων τῶν ἐν τ̣ᾶι πό- | |
[λει, ὧν καὶ Χ]ερσονασείταις μέτεστι· τὸ δὲ ψάφισ- | |
20 | [μα τοῦτο ἀνα]γραφᾶμεν λευκολίθου στάλᾳ καὶ |
[θέμεν ἐν τῶι] ἐ̣π̣ισαμ[ο]τάτωι̣ τ̣ᾶ̣ς ἀκροπόλιος | |
[τόπωι. ταῦτ’ ἔδοξε] β̣ουλᾶι δάμωι βα[σ]ιλ[ε]υούσας | |
[Παρθένου ἔτεος ․․]ε, ἱερέος δὲ Τίτου Φλαουίου | |
[Ἀρίστωνος υἱοῦ Φλαουί]ου Ἀγεπόλ̣ι̣δος, μηνὸς Δι- | |
25 | [ονυσίου —ʹ, γραμματεύον]τ[ος Ἀ]πολλωνίδου Ἰδ․․[․]. |
[ἐσφραγίσαντο αʹ στίχωι· θεὰ] β̣ασίλισ[σα] Παρθ̣έ̣- | |
νος [— — — — — — — — — — — — —]Ι̣Γ̣[— — — —] | |
[— — — — — — — — — — — — — — — — — — — —] |