[ ] N. Black Sea — Chersonesos — late 1st/early 2nd c. AD
1         ἀγαθᾶι    τύχαι.
[πρό]εδροι Χερσονασειτᾶ̣ν <τῶν> ποτὶ τᾶι Ταυρικᾶι εἶπ̣α̣ν·
[ἐ]πειδὴ Θρασυμήδης Θρασυμήδους τοῦ Σατύρου ἀνὴρ
τᾶς ματροπόλιος Ἡρακλέ<α>ς φύσει πολείτας σεμνὰν
5 τ̣ὰν ποθ’ ἁμὲς ἀναστρ̣οφ[ὰ]ν τᾶς ἐπιδαμίας πεπόατα[ι]
[κα]ί, οἵα πατέρων ἀγαθῶν πρὸς υἱοὺς φιλοστόργους
[εἶχ]εν <ε>ὖνοιαν, ε̣[ἴ] τ̣ις τὰν καλ̣οκἀγαθίαν δείξας σε-
[μ]νοτάτοις θύμα̣[σ]ι̣<ν> ἥ̣δ̣ετ[ο, καθ]ότι εὐγενείαι διασά-
μ̣ωι κεκοσμαμένος [πάντας εὐεργετ]ε̣ῖν δεδίδακται, ἀν-
10 θ’ ὧν τὸν ἄνδρ[α] πα<ν>[τὸς ἐπαίνου] ἄ̣ξιον ὄντα καὶ διὰ
τὰν ματέρα ἁμῶν [πατρίδα δὲ] α̣ὐτοῦ Ἡράκλειαν
ἰσοπολείταν ἔδοξ[ε γενέσθαι]· διὸ δεδόχθαι τᾶ[ι]
βουλᾶι καὶ τῶι δάμ[ωι ἐπαινέσ]αι μὲν ἐπὶ τούτοις
Θρασυμήδην Θρασυμήδους τοῦ Σατύρου Ἡρακλε-
15 ώταν, δόμεν δὲ αὐτῷ προξενίας πολειτεία̣ν̣,
ἔ̣σπλουν τε καὶ ἔκπλουν ἐν εἰράναι καὶ πολέ-
[μωι] ἀ̣συλεὶ ἀσπονδεὶ αὐτῶι τε καὶ ἐκγόνοις καὶ χρά-
[μασι]ν̣ αὐτοῦ, μετοχάν τε πάντων τῶν ἐν τ̣ᾶι πό-
[λει, ὧν καὶ Χ]ερσονασείταις μέτεστι· τὸ δὲ ψάφισ-
20 [μα τοῦτο ἀνα]γραφᾶμεν λευκολίθου στάλᾳ καὶ
[θέμεν ἐν τῶι] ἐ̣π̣ισαμ[ο]τάτωι̣ τ̣ᾶ̣ς ἀκροπόλιος
[τόπωι. ταῦτ’ ἔδοξε] β̣ουλᾶι δάμωι βα[σ]ιλ[ε]υούσας
[Παρθένου ἔτεος ․․]ε, ἱερέος δὲ Τίτου Φλαουίου
[Ἀρίστωνος υἱοῦ Φλαουί]ου Ἀγεπόλ̣ι̣δος, μηνὸς Δι-
25 [ονυσίου —ʹ, γραμματεύον]τ[ος Ἀ]πολλωνίδου Ἰδ․․[․].
[ἐσφραγίσαντο αʹ στίχωι· θεὰ] β̣ασίλισ[σα] Παρθ̣έ̣-
νος [— — — — — — — — — — — — —]Ι̣Γ̣[— — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
Search Help