[ ] N. Black Sea — Chersonesos — ca. 179 BC
1 νομοφύλακες Εὐκράτης Πρυτάνιος,
Πλειστῶναξ Διονυσίου, Ἀπολλώνιος
Παρθενοκλεῖος καὶ ὁ ἐπὶ τᾶς διοικήσεος
Ἀπολλόδωρος Ἡρογείτου εἶπαν· ἐπειδὴ
5 Μηνόφιλος Μηνοφίλου Σινωπεὺς ἀνὴρ
ἀγαθὸς καὶ φιλότιμός ἐστι ποτὶ τὸν δᾶ-
μον τὸν Χερσονασιτᾶν, διὰ παντὸς γνη-
σίως ἑατὸν ἐπιδιδούς, καὶ κοινῇ καὶ κατ’ ἰδίαν
τοῖς ἐντυγχάνουσι τῶν πολιτῶν εὔνουν
10 ἑαυτὸν καὶ ἐκτενῆ παρέχεται, πειρώμενος
διὰ παντὸς ἀγαθοῦ τινος παραίτιος γίνεσ-
θαι, τάν τε παρεπιδαμίαν εὐσχάμονα καὶ συμ-
[φ]έρουσαν τῶι δάμωι πεποίηται, σπου-
[δᾶς] καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων, ἐπαγ-
15 [γέλλεται] δ̣ὲ καὶ εἰς τὸ λοιπὸν ἀγαθοῦ τινο[ς]
[εἶναι παραί]τιος, ὅπως οὖν καὶ ὁ δᾶμος
[φαίνηται ἄξιο]ς τῶν ἀνδρῶν εἰς τὸ βέλτιον
[σπουδαζόντων, δ]εδόχθαι τᾶι βουλᾷ καὶ τῷ
[δάμωι — — — — — — — — — — — — — — —]
Search Help