[ ]
N. Black Sea — Olbia: Leuke Isl. — ca. 400-250 BC — IosPE I 171
1 | [— — — — — — — — — — — — —]Ι․Ε․ Ὀλβιο[πολ]․․․․[— —] |
[— — — — — — — — — — —]αν καὶ τούς τε καταλαβόν̣[τας] | |
[τὴν ἱερὰν νῆσον ἐπὶ?] λ̣η̣ι̣στείαι τῶν Ἑλλήνων | |
ἀ̣π̣[έ]κτειν̣[εν κ]αὶ τοὺς μεθ’ αὑτῶν ἐκ τῆς ν[ήσου] | |
5 | [ἐξ]έβαλεν καὶ παραγενόμενος εἰς τὴν πόλιν |
[πο]λλὰ καὶ μεγάλα χρήσιμος γέγ̣ονεν τῶι δή- | |
[μωι] Ὀλβιοπολιτῶν καὶ διὰ ταῦτα ὁ δῆμος | |
[αὐτ]ὸν καὶ ζ̣ῶντα ἐτίμησεν δωρεᾶι vac. | |
[καὶ τ]ελευτήσαντα ἔθαψεν δημοσίαι· | |
10 | [ἔδοξεν οὖ]ν τῶι δήμωι τῶι Ὀλβιοπολιτῶν |
[σταθῆναι] αὐτοῦ εἰκόνα, ὅπως ἂν αἵ τε πράξει[ς] | |
[αὐτοῦ μ]νημονεύωνται καὶ ἡ πόλις φανερ[ὸν] | |
[ποιήσηι το]ῖ̣ς Ἕλλησιν, ὅτι καὶ τῆς νήσου πολ[λὴν] | |
[πρόνοιαν?] ποεῖται κατὰ τὰ πάτρια καὶ τοὺς [φι]- | |
15 | [λοτιμουμέ]νους εἰς αὐτὴν καὶ ζῶντας τιμ[ᾶι] |
[καὶ τελευτήσα]σ̣ιν α[ὐτ]οῖς ἀ[ξ]ίας ἀποδίδωσι | |
[χάριτας]. | |
{²vacat 4 versuum spatium}² |